De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

δεήσει γὰρ αὐτὸ λεπτότερον ἀέρος εἶναι, ἀλλὰ καὶ τοῦ φωτὸς αὐτοῦ, εἴ γε καὶ τούτῳ ὑποχωρεῖ καὶ μεθίσταται·

τί δ᾿ ἂν εἴη σῶμα κατ᾿ αὐτοὺς τοῦ φωτὸς λεπτότερον;

εἰ δὲ λέγοιεν πῦρ εἶναι τοῦτο, πυρὸς ἔσται πλήρης, ὃ ἀτοπώτατον, εἴ γε τοῦ πυρὸς τό τε φωτίζειν καὶ τὸ θερμαίνειν, ὧν οὐδέτερον ἐν τῷ σκότῳ.

εἰ δὲ οἱ τοῦ ἀέρος πόροι κενοὶ μένουσιν ὄντος σκότους, πρῶτον μὲν ἔσται κενόν τι ἐνεργείᾳ ἐν τῷ κόσμῳ κατ᾿ αὐτούς, ὅπερ οὐ θέλουσιν, ἔτι καὶ μανότερος ὁ ἀὴρ ἔσται τῆς νυκτός, ἅτε ἔχων ἐν αὐτῷ κενά (δοκεῖ δὲ πυκνότερος γίνεσθαι τότε), ἔτι τὸ φῶς οὐκ ἔσται διακριτικὸν καὶ λεπτυντικὸν τοῦ ἀέρος, ὡς λέγουσιν, ἀλλὰ τοὐναντίον.

ἔτι πῶς ὁμαλὲς ἔσται τὸ φῶς ἐν τῷ ἀέρι, μόνων τῶν πόρων ἐχόντων αὐτό, εἴ γε, ἔνθα μέν ἐστι τὸ φῶς, τοῦτο πεφώτισται (τοῦτο δ᾿ εἰσὶν οἱ πόροι), ἔνθα δὲ ὁ ἀὴρ ἢ ἄλλο τι τῶν διαφανῶν σῶμα, μὴ πεφώτισται.