In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
ἐπεὶ δ’ οὐ πᾶν πρόβλημα ἐν παντὶ σχήματι ἀλλ’ ἐν ἑκάστῳ τεταγμένον.
Ὅτι τὰ μὲν τῶν προβλημάτων ἐν πᾶσι δείκνυται τοῖς σχήμασι, ὡς τὰ ἐπὶ μέρους ἀποφατικά, τὰ δὲ ἐν τοῖς δύο, ὡς τό τε ἐπὶ μέρους καταφατικόν ἐν γὰρ τῷ πρώτῳ καὶ τῷ τρίτῳ) καὶ τὸ καθόλου ἀποφατικόν ἐν γὰρ πρώτῳ καὶ ἐν δευτέρῳ), τὰ δὲ ἐν ἑνὶ μόνῳ, ὡς τὸ καθόλου καταφατικόν ἐν γὰρ πρώτῳ μόνῳ), δῆλον. φησὶ δὲ δεῖν ἀναλύοντας τὸν προκείμενον συλλογισμόν, ὅστις ἄν ᾖ, ἐπεὶ μὴ πάντα τὰ συμπεράσματα ἐν τῷ αὐτῷ σχήματι γίνεται, ὡς ἐδείχθη, καὶ δεῖ ἕκαστον εἰς τὸ οἰκεῖον ἀνάγειν, τοῦ ληφθέντος συμπεράσματος μὴ ἐν πᾶσι τοῖς σχήμασιν ἔτι ζητεῖν τὴν ἀνά- λυσιν, εἰ μὴ εἴη τῶν ἐν πᾶσι δεικνυμένων , ἀλλ’ ἐκ τοῦ συμπεράσματος γνωρίσαντας, ἐν ᾧ ἢ μόνῳ δείκνυται ἢ μάλιστα. τὸ μὲν γὰρ καθόλου καταφατικὸν ἐν μόνῳ τῷ πρώτῳ, τὸ δὲ καθόλου ἀποφατικὸν μάλιστα ἐν τῷ δευτέρῳ, εἰ καὶ μὴ ἐν μόνῳ διχῶς γὰρ ἐν τούτῳ), τὸ δὲ ἐπὶ μέρους ἀποφατικόν τε καὶ καταφατικὸν ἐν τῷ τρίτῳ μάλιστα· ἑκάτερον γὰρ τριχῶς. ἐν ᾧ δ’ αὖ μάλιστα ἢ μόνῳ δείκνυται σχήματι τὸ κείμενον συμπέρασμα, κατὰ τοῦτο ἢ μόνον ἢ μάλιστα χρῆναί φησιν δεῖν] τοῦ προκειμένου συλλογισμοῦ ζητεῖν ποιεῖσθαι τὴν ἀνάλυσιν τῶν συμπερασμάτων]. αὐτὸς μὲν οὖν ἀπὸ τῶν συμπερασμάτων ἀξιοῖ λαμβάνειν τὸ σχῆμα, εἰς ὃ δεῖ ποιεῖσθαι τὴν ἀνάλυσιν τοῦ ἐκκειμένου συλλογισμοῦ. δῆλον δέ, ὅτι ῥᾷον ἄν τὸ οἰκεῖον σχῆμα ·εὑρεθείη τοῦ μέσου ληφθέντος, ὡς ἐν τοῖς πρώτοις εἴρηκεν· ἐν γὰρ τῇ τούτου ποιᾷ σχέσει πρὸς τοὺς ἄκρους ἡ τοῦ σχήματος εὕρεσις· τὸ γὰρ συμπέρασμα ἐνδέχεται καὶ κοινὸν πλειόνων εἶναι σχημάτων. τοῦτο δὲ φθάνει ἐν τοῖς πρόσθεν εἰρηκέναι.