[*](p. 50a 5)Μὴ λανθανέτω δὲ ἡμᾶς, ὅτι ἐν τῷ αὐτῷ συλλογισμῷ οὐχ ἅπαντα τὰ συμπεράσματα δι’ ἑνὸς σχήματός ἐστιν.
ἐπεὶ ὁ λόγος αὐτῷ, περὶ ἀναλύσεως συλλογισμῶν, εἰσὶ δέ τινες καὶ σύνθετοι συλλογισμοί, ἐν οἷς πλείω τὰ συμπεράσματα καὶ πλείους οἱ συλλογισμοί, μὴ λανθανέτω ἡμᾶς, φησίν, ὅτι ἐν τοῖς ἐκ πλειόνων συλλογισμῶν καὶ συμπερασμάτων συγκειμένοις συλλογισμοῖς οὐχ ἅπαντα τὰ συμπεράσματα κατὰ τοὺς συλλογισμοὺς ἅπαντας ἀναγκαῖόν ἐστιν ἐν τῷ αὐτῷ γεγονέναι σχήματι, ἀλλ’ ἐγχωρεῖ τὸ μέν τι συμπέρασμα κατὰ πρῶτον σχῆμα γεγονέναι τῶν ἐν αὐτῷ, τὸ δέ τι κατὰ δεύτερον ἢ τρίτον. ἐν μὲν γὰρ τῷ τοιούτῳ [*](1 μέρος a 3 χρώμεθα a: οὕτω χρώμεθα Ar. καὶ τῷ Ar. : καὶ τὸ aB (cf. vs. 12,15) οὐδὲ a ἐν B: ἐπὶ a 10 post u-sp add. δὲ a 12 τῷ Β: τὸ lit vs. 3 a 13 ἴσον . . . λέγοντες (16) om. a 15 τῷ scripsi: : τὸ Β 21 ὥσπερ . . . συλλογισμόν (23) 0111. a 22 γὰρ addidi 24 οἱ 0111. a 27 ἐστιν aB (n): εἰσιν Ar. 29 post σύνθετοι add. οἱ a 31 συγκείμενοι συλλογισμοὶ a 33 μέν τι B: μέντοι a)
382
τὸ Α κατὰ παντὸς τοῦ Β, τὸ Β κατὰ παντὸς τοῦ Γ, τὸ Γ κατὰ παντὸς
[*](129r) τοῦ Δ᾿, κἄν τι προσληφθῇ κατὰ τὴν αὐτὴν τάξιν, πάντα τὰ συμπεράσματα ἔσται δι’ ἑνὸς σχήματος· διὰ γὰρ τοῦ πρώτου ὑπὸ μὲν τῶν AB, ΒΓ συναγομένου τοῦ Α Γ ἐν πρώτῳ σχήατι, πάλιν δὲ τοῦ ΑΓ συνάγοντος μετὰ τοῦ FA τὸ Α Δ ἐν τῷ αὐτῷ σχήματι. ἐὰν δὲ ᾖ τὸ Α τῷ μὲν Β οὐδενὶ τῷ δὲ Γ παντί, τὸ δὲ Β παντὶ τῷ Δ, τὸ ἄρα Γ οὐδενὶ τῷ Δ, σύνθετος μὲν καὶ οὗτος ὁ συλλογισμὸς καὶ τὰ συμπεράσματα τὰ] ἐν τῷ αὐτῷ σχήματι πάντα, ἀλλ’ οὐκ ἐν τῷ πρώτῳ ἀλλ’ ἐν τῷ δευτέρῳ, ἐκ τῶν Α Β, Α Γ συναγομένου τοῦ Β Γ τοῦ ‘τὸ Β οὐδενὶ τῷ Γ’ ἀποφατικοῦ ἐν τῷ δευτέρῳ σχήματι, πάλιν δὲ ἐκ τοῦ B Γ ἀποφατικοῦ μετὰ τοῦ Β Δ καταφατικοῦ συναγομένου τοῦ ‘τὸ Γ οὐδενὶ τῷ Δ’, ὃ ἦν κείμενον, ἐν τῷ αὐτῷ σχήματι. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ τοιούτου συνθέτου συλλογισμοῦ ‘τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ, ἀλλὰ καὶ τὸ Δ παντὶ τῷ Β, τὸ ἄρα Δ τινὶ τῷ Α᾿· πάλιν γὰρ καὶ οὗτος σύνθετος ὢν ὁ συλλογισμὸς ἔχει πάντα τὰ συμπεράσματα ἐν τῷ τρίτῳ σχήματι. ἐκ μὲν γὰρ τῶν Α Γ, Β Γ καταφατικῶν καθόλου συνάγεται τὸ Α τινὶ τῷ Β ἐν τρίτῳ σχήματι, τούτου δὲ τοῦ συμπεράσματος μετὰ τοῦ ‘τὸ Δ παντὶ τῷ Β’ συνάγοντος ἐν τῷ αὐτῷ σχήματι τὸ Δ τινὶ τῷ Α. ἄν δὲ ὁ συλλογισμὸς οὕτως ἔχῃ ‘τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Δ, τὸ ἄρα Δ οὐδενὶ τῷ Γ’, ὁ μὲν συλλογισμὸς σύνθετος καὶ οὕτως, ἀλλ’ οὐκέτ’ ἐν τῷ αὐτῷ σχήματι τὰ συμπεράσματα πάντα. ἀλλ’ ἔσται αὐτῶν τὸ μὲν ἐν πρώτῳ σχήματι, τὸ δὲ ἐν δευτέρῳ· ὑπὸ μὲν γὰρ τῶν Α Β, Β Γ ἐν πρώτῳ σχήματι συνάγεται τὸ Α Γ, τοῦτο δὲ μετὰ τοῦ ‘τὸ Α οὐδενὶ τῷ Δ’ συνάγει τὸ Δ οὐδενὶ τῷ Γ ἐν δευτέρῳ σχήματι. ἄν δὲ ὁ συλλογισμὸς ᾖ τοιοῦτος ‘τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Δ παντὶ ἢ τινὶ τῷ Γ, τὸ ἄρα Α τινὶ τῷ Δ’, σύνθετος μὲν ὁ συλλογισμός, ἀλλὰ τὸ μὲν ἐν πρώτῳ συναχθήσεται, τὸ δὲ ἐν τρίτῳ· τὸ μὲν γὰρ Α παντὶ τῷ Γ ἐν πρώτῳ σχήματι συνάγεται διὰ τῶν Α Β, Β Γ, τὸ δὲ Α Γ μετὰ τοῦ τὸ Δ παντὶ ᾖ τινὶ τῷ Γ’ συνάγει τὸ Α τινὶ τῷ Δ ἐν τρίτῳ σχήματι. πάλιν ἄν ᾖ συλλογισὸς τοιοῦτος τὸ Α οὑδενὶ μὲν τῷ Β, παντὶ δὲ τῷ Γ, ἀλλὰ καὶ τὸ Δ παντὶ τῷ Γ, τὸ ἄρα Β οὐ παντὶ τῷ Δ’, τὸ μὲν ἕτερον συμπέρασμα ἔσται ἐν δευτέρῳ σχήματι, τὸ δ’ ἕτερον ἐν τρίτῳ. τὸ μὲν γὰρ Β οὐδενὶ τῷ Γ συνάγεται ἐν δευτέρῳ
[*](129v) σχήματι ὑπὸ τῶν Α Β, Α Γ, τοῦτο δὲ μετὰ τοῦ ‘τὸ Δ παντὶ τῷ Γ’ συνάγει τὸ κείμενον τὸ ‘τὸ Β οὐ παντὶ τῷ Δ’. μῖξις δ’ ἂν γένοιτο καὶ τῶν τριῶν σχημάτων ἐν τῷ τοιούτῳ συλλογισμῷ ‘τὸ Α παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α οὐδενὶ τῷ Δ, τὸ E παντὶ τῷ Γ, τὸ ἄρα Δ οὐ παντὶ τῷ Ε᾿, συναγομένου μὲν ὑπὸ τοῦ Α Β, Β Γ τὸ Α παντὶ τῷ Γ ἐν πρώτῳ σχήματι, τούτου δὲ μετὰ τοῦ ‘τὸ Α οὐδενὶ τῷ Δ’ συνάγοντος τὸ ‘τὸ Δ
[*](2 τάξιν B: πρότασιν a 3 διὰ a: δεῖ B (??) B: (??) a 6 (??) evan. B 7 τὰ alterum delevi 10 τοῦ (post μετὰ) B: τῶν a 12 σύνθετον συλλογισμῶν a 15 (??) (??) scripsi: a p aB οὐκέτ᾿ B: οὐκ a αὐτῷ a σύνθετος μὲν . . . τινὶ τῷ δ (29) om. 36 (??) (ante τὸ ἁ) Β : δ a οὐ παντὶ Β : οὐδενὶ a 37 aute τὸ add. τοῦ a) 383
οὐδενὶ τῷ Γ’ ἐν δευτέρῳ σχήματι, τούτου δὲ μετὰ τοῦ ‘τὸ E παντὶ τῷ
[*](129v) συνάγοντος τὸ κείμενον τὸ ‘τὸ Δ οὐ παντὶ τῷ Ε᾿ ἐν τρίτῳ σχήματι, ἠγουμένου μὲν τοῦ πρώτου σχήματος ἡγεῖται γὰρ ὁ λόγος, οὗ τὸ συμπέρασμα ἄλλου λῆμμά ἐστιν), ἑπομένου δὲ πᾶσι τοῦ τρίτου σχήματος, μέσου δ’ ὄντος τοῦ δευτέρου. πάλιν δ’ αὖ ἡγήσεται τὸ δεύτερον πάντων ἐν τῷ τοιούτῳ συλλογισμῷ ‘τὸ Α οὐδενὶ μὲν τῷ Β παντὶ δὲ τῷ Γ, ἀλλὰ καὶ τὸ Γ παντὶ τῷ Δ, καὶ τὸ E παντὶ τῷ Δ, τὸ ἄρα Β οὐ παντὶ τῷ ’, συναγομένου μὲν ὑπὸ τοῦ Α Β, Α Γ τοῦ ‘τὸ Β οὐδενὶ τῷ Γ’ ἐν δευτέρῳ σχήματι, τούτου δὲ μετὰ τοὐ ‘τὸ Γ παντὶ τῷ Δ’ συνάγοντος τὸ Β οὐδενὶ τῷ Δ ἐν πρώτῳ σχήματι, τούτου δὲ μετὰ τοῦ ‘τὸ E παντὶ τῷ Δ’ συνάγοντος τὸ κείμενον τὸ Β οὐ παντὶ τῷ E <ἐν> τρίτῳ σχήματι, ἑπομένου πάσι τοῦ τρίτου, ἡγουμένου δὲ τοῦ δευτέρου, μεταξὺ δὲ ὄντος τοῦ πρώτου. τὸ δὲ τρίτον σχῆμα τοῦ μὲν δευτέρου ἡγήσεται, τοῦ δὲ πρώτου οὔ, εἰ κάτωθεν ἡ πρότασις προσλαμβάνοιτο, διὰ τὸ τοῦ μὲν τρίτου τὰ συμπεράσατα ἄν ἐπὶ μέρους εἶναι, εἰ δὲ προστεθείη τῷ συμπεράσματι πρότασις κάτωθεν, ἐν πρώτῳ σχήματι ἀσυλλόγιστον γίνεσθαι τὴν συζυγίαν ἔχουσαν τὴν μείζονα πρότασιν ἐπὶ μέρους. τοῦ δὲ δευτέρου ἡγήσεται ἐν τῷ τοιούτῳ τὸ Α καὶ τὸ Β παντὶ τῷ Γ, ἀλλὰ καὶ τὸ Α οὐδενὶ τῷ Δ, τὸ ἄρα Δ οὐ παντὶ τῷ Β’, συναγομένου μὲν ὑπὸ τῶν Α Γ, Β Γ τοῦ ‘τὸ Α τινὶ τῷ Β’ ἐν τρίτῳ σχήματι, τούτου δὲ μετὰ τοῦ ‘τὸ Α οὐδενὶ τῷ Δ’ συνάγοντος τὸ κείμενον τὸ Δ οὐ παντὶ τῷ Β ἐν δευτέρῳ σχήματι. εἰ μέντοι ἄνωθεν ἡ πρότασις ἡ ἐν τῷ πρώτῳ σχήματι εἴη τῷ συμπεράσματι τοῦ τρίτου σχήματος προστιθεμένη καὶ μὴ κάτωθεν, ἡγήσαιτο <ἂν> τὸ τρίτον σχῆμα τοῦ πρώτου, ὡς ἐν τῷ τοιούτῳ συλλογισμῷ ‘τὸ Α καὶ τὸ B παντὶ τῷ Γ, ἀλλὰ καὶ τὸ Δ παντὶ τῷ Α, ἀλλὰ καὶ τὸ Δ οὐδενὶ τῷ E, τὸ ἄρα E οὐ παντὶ τῷ Β’· συνάγεται μὲν γὰρ ὑπὸ τῶν Α Γ, Β Γ τὸ Α τινὶ τῷ Β ἐν τρίτῳ σχήματι, τοῦτο δὲ μετὰ τοῦ ‘τὸ Δ παντὶ τῷ Α’ συνάγει τὸ Δ τινὶ τῷ Β ἐν πρώτῳ σχήματι, ·τοῦτο δ’ αὖ μετὰ τοῦ τὸ Δ οὐδενὶ τῷ Ε᾿ συνάγει τὸ κείμενον τὸ E οὐ παντὶ τῷ Β ἐν δευτέρῳ σχήματι, ἡγουμένου μὲν πάντων του τρίτου, ἑπομένου δὲ πάσι του δευτέρου, του δὲ πρώτου ἐν μέσῳ κειμένου.
Παραφυλακτέον δέ, ὅτι ὥσπερ ἐν τοῖς ἁπλοῖς ἀποφατικοῖς συλλογισμοῖς ἀδύνατον μιᾶς πλείους ἀποφατικὰς προτάσεις ληφθῆναι, οὕτως καὶ ἐν τοῖς συνθέτοις· καὶ γὰρ τῶν συνθέτων ἡ παραύξησις διὰ τῶν καταφατικῶν γίνεται. ἀλλ’ οὐδὲ ἐκ πλειόνων ἐπὶ μέρους, ἀλλὰ καὶ τὸ ἐπὶ μέρους ἓν καὶ ἐν τοῖς συνθέτοις ἐπὶ μέρους συλλογισμοῖς ὥσπερ καὶ ἐν τοῖς ἁπλοῖς. τὰ δὲ καταφατικὰ καὶ καθόλου ὡς ἐν τοῖς ἁπλοῖς πλείω καὶ ἐν τοῖς συνθέτοις.
[*](7 παντὶ τῷ δ καὶ τὸ (??) παντὶ τῷ δ in vestigiis man. priinae evanidae Β2 ante καὶ add. ἀλλὰ a 8 τοῦ (post ὑπὸ) B2 Β1 even.) 11 ἐν a: om. Β 12 τοῦ τρίτου, ἡγουμένου δὲ . . . σῶμα πύρινον ὁρισαμένου (p. 385,24) oin. in lac. duarura fere paginarum a 19 (??) ex (??) corr. B1 23 ἂν addidi 29 ἡγουμένου scripsi: ἡγουμένων B)384