In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 50a 11)

Τούς τε πρὸς ὁρισμὸν τῶν λόγων, ὅσοι πρὸς ἕν τι τυγχάνουσι διειλεγμένοι.

Ὅτι τῶν προβλημάτων τῶν τεσσάρων, ὧν ἐν τοῖς τοπικοῖς ἐξέθετο, ἐν τοῖς ἀπὸ τοῦ ὁρισμοῦ ἐστι, δῆλον. καὶ τοῦτο δὴ παραινεῖ δεῖν ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ποιεῖν, ὅσοι συλλογισμοὶ ἀνασκευαστικοί εἰσιν ὅρου τινὸς ἀποδεδομένου, <εἰ> εἶεν ἑνός τινος τῶν ἐν τῷ ὅρῳ καὶ πρὸς ἓν τῶν ἐν αὐτῷ διειλεγμένοι καὶ οὕτως ἀναιροῦντες τὸν ὅρον. ἀναιρεῖται γὰρ ὁρισμὸς καὶ δείκνυται μὴ ὑγιὴς καὶ ἑνός τινος ἀναιρεθέντος τῶν ἐν αὐτῷ, ὡς εἰ τις ὁρισαμένου τινὸς τὸν ἄνθρωπον ζῷον λογικὸν θνητὸν πτηνὸν δείξαι διὰ συλλογισμοῦ, ὅτι μὴ εὐλόγως τὸ πτηνὸν πρόσκειται οὐ γάρ ἐστιν οἰκεία διαφορὰ ἀνθρώπου), ὅλον μὲν τὸν ἀποδεδομένον ὅρον <ἂν> ἀνασκευάσειεν· ψευδὴς γὰρ ὁ πᾶς γίνεται καὶ οὑτινοσοῦν ἀναιρεθέντος τῶν [*](2 τεταγμένον Β (Bun): τεταγμένα Ar. 10 ἔτι scripsi: ἐστι Β 17 δεῖν delevi (fort. corr. δεῖ vs. 19 hue translatum) 18 τῶν συμπερασμάτων delevi (cf. vs. 19) 21 εἴρηκεν] c. 32 p. 47a40sq. 27 ὅτι] parum liquet scriptum B 30 εἰ addidi 35 post ὅρον superscr. οὐκ B3 35. 36 ἄν ἀνασκευάσειεν scripsi: ἀνασκευάσειν Β)

385
ἐν αὐτῷ. οὐ μὴν πρὸς ὅλον τὸν λόγον καὶ τὸν συλλογισμὸν πεποίηται, ὥσπερ ὁ ἀνασκευάζων τὸν ἀποδεδομένον τοῦ θεοῦ λόγον, εἰ εἴη σῶμα πύρινόν τις ὡρισμένος τὸν θεόν· εἰ γὰρ ἀνασκευάζοι λαμβάνων ‘τὸ φθαρτὸν οὐδενὶ μὲν θεῷ παντὶ δὲ σώματι πυρίνῳ᾿, πρὸς ὅλον ἄν τὸν ὅρον ποιοῖτο τὸν λόγον, ἀλλ’ οὐ πρός τι τῶν ἐν αὐτῷ. ὅταν μὲν οὖν πρὸς ὅλον τὸν ὅρον ὁ λόγος <, ὃς> ἀνασκευάζει αὐτόν, γίγνηται, δῆλον ὡς καὶ ἐν τῇ τῶν ὅρων ἐκθέσει ὅλον τὸν ὁρισμὸν ὅρον χρὴ τιθέναι τοῦ συλλογισμοῦ, ὥσπερ ἐφ’ οὗ ἐφθάκαμεν εἰρηκέναι. ὅλον γὰρ ἡμῖν τὸ ‘σῶμα πύρινον᾿ ὅρος τεθήσεται, ὃς ἦν ὁρισμὸς ἀποδεδομένος τοῦ θεοῦ· τὸ γὰρ φθαρτὸν παντὸς αὐτοῦ ἀπεφήσαμεν, οὐ τινὸς τῶν ἐν αὐτᾷ. εἰ δὲ ὁ λόγος μὴ πρὸς ὅλον γένοιτο τὸν ὁρισμὸν ἀλλὰ πρός τι τῶν ἐν αὐτῷ, ἀξιοῖ τοῦτο μόνον, πρὸς ὃ <ὁ> γίνεται, ὅρον τίθεσθαι ἐν τῷ συλλογισμῷ τῷ ἀναλυομένῳ ἀλλὰ μὴ πάντα τὸν ὁρισμόν· ἧττον γὰρ ἀσαφὴς ὁ λόγος ἔσται τοῦ κατὰ τὸν ὁρισμὸν μή- κους περιαιρεθέντος. ἅμα δὲ καὶ γνώριμον ἔσται, τί ποτέ ἐστι τῶν ἐν τῷ ὅρῳ τὸ μὴ δεόντως εἰλημμένον, οἷον εἴ τις ὕδατος ὁρισμὸν ἀποδοίη ὑγρὸν ποτόν, εἰ ἐνίσταιτό τις δεικνὺς ψευδῆ τὸν ὁρισμὸν διὰ τὸ μὴ πᾶν ὕδωρ ποτὸν εἶναι λέγων ἰὴ θάλαττα ὕδωρ μέν ἐστι, ποτὸν δὲ οὐκ ἔστιν᾿, ἐν δὴ τῇ τούτου τοῦ συλλογισμοῦ ἀναλύσει δεῖ ὅρους λαμβάνειν μέσον μὲν τὴν θάλατταν ἄκρους δὲ τό τε ὕδωρ καὶ τὸ ποτόν, οὐκέτι δὲ ὅλον τὸν ὁρισμὸν τὸ ὑγρὸν ποτόν· οὐ γὰρ πρὸς ὅλον τὸ ὑγρὸν εἶναι ποτὸν τὸ ὕδωρ ὁ λόγος ἠρώτηται ἀλλὰ μόνον πρὸς ποτόν. ἔτι ὁ μὲν τοιοῦτος λόγος ὁ ἕν τι τῶν ἐν τῷ ὁρισμῷ ἀναιρῶν καὶ ἐν τρίτῳ σχήματι ἐρωτᾶται μερικὴν τὴν ἀναίρεσιν ποιούμενος, ὁ δὲ πάντα τὸν ὁρισμὸν ἀναιρῶν ἐν δευτέρῳ, ὡς ἐδείχθη ἐπὶ τοῦ τὸν θεὸν σῶμα πύρινον ὁρισαμένου, οὐχ ὅτι μὴ καὶ ἐν [*](130v) πρώτῳ οἷόν τε ἀμφότερα δεῖξαι, ἀλλὰ κατ’ ἀντιστροφὴν προτάσεων καὶ οὐχ ὁμοίως ἐναργῶς. ἐλέγχεται γὰρ ὁ ὁρισμὸς οὐκ ὢν ὑγιὴς ἤτοι, ὅταν μὴ δύνηται ταὐτὸν ὑπάρχειν τῷ τε ὁρισμῷ καὶ τῷ ὁριστῷ, ὅ ἐστι τοῦ δευτέρου σχήματος, ἢ ὅταν μὴ ὑπάρχειν ταὐτῷ δύνηται ὅ τε ὁρισμὸς καὶ τὸ ὁριστόν, ὡς τῇ θαλάττῃ τὸ μὲν ὁριστὸν τὸ ὕδωρ ὑπῆρχε, τῶν δ’ ἐν τῷ ὁρισμῷ τι οὐχ ὑπῆρχε τὸ γὰρ ποτόν), ὅ ἐστιν ἐν τρίτῳ σχήματι. οὕτως μὲν οὖν, ἢ εἰ μηδενὶ ἢ εἰ μὴ παντὶ τῷ ὁριστῷ ὑπάρχοι ὁ ἀποδεδομένος ὁρισμός, ἡ ἀνασκευὴ γίνοιτ’ ἄν. γίνεται δὲ ἀνασκευὴ ὅρου καὶ διὰ τοῦ δεῖξαι, ὅτι μὴ μόνῳ ὁ ἀποδοθεὶς ὅρος ὑπάρχει, οἷον εἴ τις τὴν φρόνησιν ὁρίσαιτο ἕξιν ποιητικὴν ἀγαθῶν ἢ τὴν ἐγκράτειαν ἕξιν ἡδονῶν κρείττω· καὶ γὰρ ἡ στρατηγικὴ καὶ ἡ ἰατρικὴ ἕξις ποιητικὴ ἀγαθῶν, καὶ ἡ σωφροσύνη ἕξις ἡδονῶν κρείττων. καὶ ἡ τοιαύτη τῶν ὅρων ἀνασκευὴ καὶ αὐτὴ ἐν τρίτῳ γίνεται σχήματι· τῷ γὰρ αὐτῷ ὅρῳ οἷον τῇ σωφροσύνῃ ὁ μὲν ἀποδοθεὶς ὁρισμὸς τῆς ἐγκρατείας ὑπάρχει, ἡ δὲ ἐγκράτεια, ἥτις ἦν τὸ ὁριστόν, οὐχ [*](6 ὃς ἀνασκευάζει scripsi: ἀνασκευάζειν Β 11 ὁ addidi 12 μὴ in vcstigiis manus primae Β2 13 ἧττον scripsi: ἡ ante spatiura dcocui foro lit. B ἀσαφὴς] ἁ alterum et ἦς evan. Β 27 δύντι a 27. 28 β΄ σχῆμα a 28 τῷ αὐτῷ a 30 οὐχ om. a 31 ἀποδοθεὶς a 32 γίνοιτ’ ἄν scripsi: γίνοιτο aB τοῦ Β: τὸ a αὐτὴ a: αὕτη B)
386
ύπάρχει, ὥστε οὐχ όρισμὸς τῆς ἐγκρατείας ό ἀποδοθεὶς λόγος· οὐ γὰρ πᾶσα [*](130v) ἕξις ἡδονῶν κρείττων ἐγκράτεια.