In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 50a 1)

Τῷ δ’ ἐκτίθεσθαι προσχρώμεθα ὥσπερ καὶ τῷ αἰσθάνεσθαι τὸν μανθάνοντα λέγοντες.

εἰπών, ὅτι οὐ παρὰ τοὺς ἐκτιθεμένους ὅρους δείκνυταί τι οὐδὲν γὰρ τὰ στοιχεῖα πρὸς τὰ δεικνύμενα συντελεῖ παρ’ αὑτῶν), νῦν λέγει, διὰ τί ὅλως αὐτοῖς προσ χρώμεθα· διὰ γὰρ τὸ εὐπαρακολουθητότερα τὰ λεγόμενα [*](129r) μένα ἐπὶ τῆς καταγραφῆς εἶναι, ὥσπερ καὶ ἐπὶ τῶν γεωμετρικῶν δείξεων αἰσθητά τινα λαμβάνομεν ἐν ταῖς καταγραφαῖς οὐ περὶ αἰσθητῶν τὰς ἀποδείξεις ποιούμενοι ὑπὲρ τοῦ εὐπαρακολουθητότερα τοῖς μανθάνουσι τὰ δεικνύμενα γίνεσθαι, ἐπεὶ οὐδὲν ἔλαττον καὶ λόγῳ ψιλῷ διεξιόντες ταῦτα δεικνύουσι καὶ χωρὶς καταγραφῆς. τὸ οὖν ὥσπερ καὶ τῷ αἰσθάνεσθαι τὸν μανθάνοντα λέγοντες ἴσον ἂν εἴη τῷ ‘ὥσπερ καὶ αἰσθητοῖς τισι πρὸς τὴν μάθησιν καὶ διδασκαλίαν τινῶν προσχρώμεθα λέγοντες ἐπὶ τούτων, ἃ δείκνυμεν᾿ ταῦτα δ’ ἐστὶ τὰ γεωμετρικά. τὸ γὰρ ὥσπερ καὶ τῷ αἰσθάνεσθαι τὸν μανθάνοντα λέγοντες σημαίνει, ὅτι πολλάκις διδάσκοντές τι οὐκ αἰσθητὸν τὰς δείξεις ποιούμεθα τοῖς μανθάνουσιν ἐπὶ αἰσθητῶν παραδειγμάτων διὰ τούτων ἐφιστῶντες αὐτοὺς ἐπὶ τὴν τῶν οὐκ αἰσθητῶν νόησιν. οὔτε γὰρ τότε χρώμεθα ταῖς τῶν αἰσθητῶν παραβολαῖς ὡς ἐπ’ ἐκείνων καὶ δι’ ἐκείνων γινομένης τῆς δείξεως, οὔτε τῇ τῶν στοιχείων ἐκθέσει ὡς ἄνευ τούτων μὴ δυναμένου γενέσθαι τοὐ συλλογισμοῦ ὥσπερ ἐπὶ τῶν προτάσεων τῶν οἰκείων, ἐξ ὧν ὁ συλλογισμός. ἐκείνων μὲν <γάρ> χωρὶς οὐχ οἷόν τὸν κατ’ αὐτὰς γενέσθαι συλλογισμόν· τὰ δὲ στοιχεῖα οὐδέν ἐστι τῶν δεικνυμένων μέρος. καὶ εἴη ἄν ἴσον τὸ εἰρημένον τῷ ‘ὥσπερ καὶ οἱ ὑπὲρ τοῦ αἰσθάνεσθαι τὸν μανθάνοντα λέγοντες ἐπὶ τοιούτων᾿.