In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 50a 16)

Ἔτι δὲ τοὺς ἐξ ὑποθέσεως συλλογισμοὺς οὐ πειρατέον ἀνάγειν· οὐ γὰρ ἔστιν ἑκτῶν κειμένων ἀνάγειν.

Φησίν, ὅτι τοὺς ἐξ ὑποθέσεως δεικνύντας τι λόγους οὐ χρὴ πειρᾶσθαι ἀναλύειν καὶ ἀνάγειν εἰς τὰ σχήματα· οὐδὲ γὰρ οἷόν τέ ἐστιν ἐκ τῶν κειμένων καὶ εἰλημμένων ἀνάλυσιν αὐτῶν καὶ ἀναγωγὴν εἴς τι τῶν σχημάτων ποιήσασθαι. τούτου δὲ τὸ αἴτιον προσέθηκεν αὐτὸς εἰπὼν οὐ γὰρ διὰ συλλογισμῶν δεδειγμένοι εἰσίν, ἀλλὰ διὰ συνθήκης ὡμολογημένοι πάντες. ἐν πᾶσι γὰρ τοῖς ἐξ ὑποθέσεως οὐ τοῦ τιθεμένου καὶ δεικνυμένου ὁ συλλογισμὸς γίνεται, ἀλλὰ τοῦτο μὲν διά τινος ὑποθέσεως τε καὶ συνθήκης λαμβάνεται, ὁ δὲ συλλογισμὸς πρὸς ἄλλο τι καὶ ἄλλου τινὸς γίνεται· “πρὸς γὰρ τὸ μεταλαμβανόμενον”, ὡς εἶπε. συλλογισμοὺς δὲ ἁπλῶς καὶ κυρίως λέγει τοὺς κατηγορικούς. ὅτι δὲ τοιοῦτοι οἱ συλλογισμοί, οὗς λέγει ἐξ ὑποθέσεως, δῆλον. ὅ τε γὰρ ἐξ ὁμολογίας καὶ συνθήκης δεικνύς τι ἐξ ὑποθέσεως ὤν, ὃ μὲν βούλεται δεῖξαι, ὑποτίθεταί τε καὶ συντίθεται καὶ οὐ συλλογίζεται, ἄλλο δέ τι, ἀλλ’ οὐχ ὃ ὑποτίθεται, συλλογίζεται, οἷον ὁ βουλόμενος τὴν ἀρετὴν ἐπιστήμην δεῖξαι, εἶτα συντιθέμενος, ἄν δείξῃ τὴν ἀρετὴν διδακτόν τι, καὶ ἐπιστήμην αὐτὴν δεδεῖχθαι, ἔπειτα δεικνὺς καὶ συλλογιζόμενος, ὅτι διδακτὸν ἡ ἀρετή, διὰ τοῦ ‘πᾶσα ἕξις λογικὴ διδακτή, ἡ δὲ ἀρετὴ ἕξις λογική᾿· ὁ γὰρ συλλογισμὸς γίνεται τούτῳ οὐ πρὸς τὸ προκείμενον, ἀλλὰ “πρὸς τὸ μεταλαμβανόμενον”, ὡς αὐτὸς προείρηκεν. ἐξ ὑποθέσεως δέ εἰσι καὶ οἱ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύντες τι, ἐφ’ ὧν οὐδ’ αὐτῶν ὁ συλλογισμὸς τοῦ δεικνυμένου γίνεται, ἀλλ’ ὁ μὲν συλλογισμὸς πρὸς τὸ ὑποτεθὲν καὶ τοῦ ψεύδους, τῇ <δὲ> ἀναιρέσει τῇ τοῦ συλλογισμοῦ δειχθέντος ἀδυνάτου τίθεται τὸ προκείμενον οὐδενὸς πρὸς αὐτὸ συλλογισμοῦ προηγουμένως γενομένου. ἀλλὰ καὶ ἐπὶ τῶν διὰ τοῦ συνεχοῦς ὑποθετικῶν, ὁμοίως δὲ καὶ τοῦ διαιρετικοῦ. τὸ μὲν οὖν τιθέμενον οὐ διὰ συλλογισμῶν λαμβάνεται ἀλλὰ διὰ τὴν ὑπόθεσιν, ὁ δὲ συλλογισμὸς ἄλου γίνεται· τοῦ γὰρ προσλαμβανομένου ἢ μεταλαμβανομένου.

Σαφῶς δὲ διὰ τοὐ παραδείγματος, ὃ λέγει, γνώριμον ποιεῖ. ·ἄν γὰρ ὑποθώμεθα καὶ συνθώμεθα, ἄν μὴ ᾖ μία δύναμις πάντων τῶν ἐναντίων, μηδὲ ἐπιστήμην εἶναι μίαν πάντων τῶν ἐναντίων, εἶτα συλλογισώμεθα καὶ [*](131r) δείξωμεν, ὅτι μή ἐστι μία δύναμις τῶν ἐναντίων πάντων, λαβόντες ‘τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἐναντία, τοῦ ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστι μία δύναμις, οὐ πάντων ἄρα τῶν ἐναντίων μία δύναμις᾿ ὅτι δὲ τοῦ ὑγιεινοῦ καὶ νοσώ- [*](3 ἔτι B: ὅτι a 13 εἶπε] c. 23 p. 41 a 39 15 γὰρ Β: δὲ a 17 συλλογίζεται scripsi: συλλογίζεσθαι aB 18 δείξῃ scripsi: δείξω aB 19 διδακτήν a 25 τὸ ψεῦδος a; at cf. p. 388,29,30 δὲ a: om. Β τῇ altemm om. a τοῦ διὰ scripsi: διὰ τοῦ Β: τοῦ διὰ τοῦ a 28 ὑποθετικῶν a: ὑποθετικῶς Β οὖν om. a 33 συλλογιζώμεθα a 34 ἐπιδείξωμεν a 35 post καὶ alteruin add. τοῦ a οὐ μία δύναμίς ἐστιν a 36 οὐ πάντων ἄρα . . . δύναμις (p. 387, 1) om. a)

387
δοὺς οὐ μία δύναμις, οὕτως ἄν καὶ αὐτὸ διὰ συλλογισμοῦ δειχθείη· ὧν ἡ [*](131r) αὐτὴ δύναμις, ταῦτα τοῦ αὐτοῦ ποιητικά· τὰ γὰρ τὴν τοῦ θερμαίνειν δύναμιν ἔχοντα θερμαίνει καὶ τὰ τοῦ ψύχειν ψύχει· τὸ δὲ ὑγιεινὸν καὶ τὸ νοσῶδες οὐκ ἔστι τοῦ αὐτοῦ ποιητικά· οὐκ ἄρα τοῦ ὑγιεινοῦ καὶ νοσώδους δύναμις ἡ αὐτή. αὐτὸς μέντοι διὰ τὸ εἰπεῖν ἅμα γὰρ ἔσται τὸ αὐτὸ ὑγιεινὸν καὶ νοσῶδες ἔοικεν οὐχ ὡς προείρηται δεδειχέναι, διότι μή ἐστιν ἡ αὐτὴ δύναμις τοῦ ὑγιεινοῦ καὶ νοσώδους, ἀλλ’ ἐξ ὑποθέσεως αὐτὸ δέδειχε τοιαύτης· εἰ τοῦ ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ δύναμις, ἅμα ἔσται τὸ αὐτὸ ὑγιεινὸν καὶ νοσῶδες· οὐχ οἷόν τε δὲ τοῦτο· οὐκ ἄρα ἡ αὐτὴ δύναμις αὐτῶν. ἐὰν δὲ οὕτως ᾖ δεικνύμενον, οὐκ ἔσται οὐδὲ τοῦτο διὰ συλλογισμοῦ δεδειγμένον, ἀλλὰ καὶ αὐτὸ ἐξ ὑποθέσεως), τὸ μὲν δὴ μὴ εἶναι μίαν πάντων τῶν ἐναντίων δύναμιν ἔσται διὰ συλλογισμῶν δεδειγμένον, καὶ ἔσται γε τούτων τὴν ἀνάλυσιν ποιεῖσθαι· ἔστι γὰρ ὁ μὲν πρῶτος ἐν τρίτῳ σχήματι τῶν εἰρημένων, ὁ δὲ δεύτερος ἐν δευτέρῳ. οὐδαμοῦ μέντοι διὰ συλλογισμοῦ δέδεικται, ὅτι μή ἐστιν ἐπιστήμη μία τῶν ἐναντίων, ἀλλ’ ἐκείνου δειχθέντος τοῦτο συγχωρεῖται διὰ τὴν ὁμολογίαν. τὸ δὲ εἶτα δια- λεχθείη, ὅτι οὐκ ἔστι πᾶσα δύναμις τῶν ἐναντίων ἴσον ἐστὶ τῷ εἶτα δείξειε καὶ συλλογίσαιτο, ὅτι μή ἐστιν τῶν ἐναντίων μία δύναμις᾿· τοῦτο γὰρ σημαίνει τὸ οὐ πᾶσα δύναμις τῶν ἐναντίων. μὴ γεγονότος δὴ πρὸς αὐτὸ συλλογισμοῦ οὐδ’ ἀνάλυσις ἄν γένοιτο. τοῦτο δὲ καὶ αὐτὸς διὰ τοῦ τοῦτον μὲν οὖν οὐκ ἔστιν ἀναγαγεῖν τὸν λόγον εἴρηκε· συλλογισμὸς γὰρ οὐκ ἔστιν. τιθέναι μὲν οὖν αὐτὸν ἀναγκαῖον, οὐ μὴν διὰ συλλογισμοῦ ἀλλὰ διὰ τὴν ὁμολογίαν τὴν ἐξ ἀρχῆς. τὸ δὲ ὅτι x003E; μία δύναμις τῶν ἐναντίων ἔστιν ἀναγαγεῖν· διὰ συλλογισμοῦ γὰρ ἐκεῖνο ἐδείχθη, ὡς ἡμεῖς ἐφθάκαμεν δεδειχέναι. καὶ τούτου ἀνάλυσις ἄν εἴη τοῦ ὅτι μὴ μία δύναμις ἐστίν. τούτῳ δ’ εἴρηκεν ὡς ἴσον τὸ ὅτι δὲ οὐ μία δύναμις, ἔστιν. λείποι δ’ ἄν τῇ λέξει καὶ τὸ ‘τῶν ἐναντίων᾿.

Τὸ δ’ ἴσως προσέθηκεν, ὅτι μὴ πάντως τοῦτο διὰ συλλογισμοῦ δείκνυται, ἀλλ’ ἔνεστι καὶ αὐτὸ ὡς ἐναργὲς δι’ ὑποθέσεως καὶ διὰ συνθήκης λαβεῖν, οἷον εἴ τις πάλιν βουλόμενος λαβεῖν, ὅτι ὑγιεινοῦ καὶ νοσώδους οὐχ ἡ αὐτὴ δύναμις, ὑπόθοιτο εἰπὼν ἱεῖ τῶν ἀντικειμένων οὐ μία ἐστὶν καὶ ἡ αὐτὴ δύναμις, οὐδὲ ὑγιεινοῦ καὶ νοσώδους᾿, εἶτα ἐπὶ τῶν ἀντικειμένων τὸν λόγον ποιήσαιτο ὁ γὰρ συλλογισμὸς ἔσται περὶ τὸ μὴ εἶναι τῶν ἀντικει- μένων δύναμιν μίαν, ἀλλ’ οὐ πρὸς τὸ τοῦ ὑγιεινοῦ καὶ νοσώδους μὴ εἶναι δύναμιν μίαν), ἢ ὡς αὐτὸς δοκεῖ δεδειχέναι, ἱεῖ τῶν ἐναντίων ἡ αὐτὴ δύναμις, [*](1 συλλογισμῶν a 3 θερμαίνειν a ψύχει Β: ψύχειν a τὸ alteruui om. a 5 τὸ (post διὰ) Β: τοῦ a 6 ante οὐχ add. μὴ a διότι] cf. Yahlen Rhetor, p. 58 9 post ἄρα add. οὐδὲ a 12 τῶν ἐναντίων πάντων μίαν a 14 μέντοι a: δείκνυσι Β2 (B1 evan.) 15 συλλογισμῶν a 17 πᾶσα Β (pr. Bc): μία a (re. ABC) IS εἶτα oin. a 20 συλλογισμῶν a 21 τὸν λόγον oin. Ar. 23 συλλογισμῶν a μὴ addidi 24 συλλογισμῶν a 25 μὴ om. a 26 τούτῳ . . . τὸ scripsi: τοῦτο . . . τῷ aB δὲ οὐ om. a 28 συλλογισμῶν a 31 ἀντικειμένων οὐ οὐ superscr. Β2) μία B: ἐναντίων οὐκ a καὶ supcrscr. B(??): om. a 33 aute τῶν add. περὶ a)

388
ἅμα ἔσται τὸ αὐτὸ ὑγιεινὸν καὶ νοσῶδες᾿, εἶτα ὡς ἐναργὲς προσλάβοι [*](131r) ‘ἀλλὰ μὴν οὐχ οἷόν τε ἅμα τὸ αὐτὸ ὑγιεινόν τε καὶ νοσῶδες εἶναι᾿. καὶ γὰρ ἡ τοιαύτη δεῖξις ἐξ ὑποθέσεως μέν, οὐ μὴν διὰ συλλογισμοῦ, ὃ ἔοικε καὶ αὐτὸς τεθεικέναι, ὡς εἶπον, διὰ τοῦ οἷον εἰ τοῦ ὑγιεινοῦ καὶ νοσώδους· ἅμα γὰρ ἔσται τὸ αὐτὸ τὸ] ὑγιεινὸν καὶ νοσῶδες.· εἰ γὰρ διὰ τούτου δεικνύοιτο τὸ μὴ εἶναι μίαν τῶν ἐναντίων δύναμιν, οὐ διὰ συλλογισμοῦ ἂν δεικνύοιτο, ἀλλὰ καὶ αὐτὸ ἐξ ὑποθέσεως. οὔτε γὰρ εἰ ὡς ἐναργὲς λαμβάνοιτο μὴ εἶναι ἅμ τὸ αὐτὸ ὑγιεινὸν καὶ νοσῶδες, οὔτε εἰ δι’ ἐπαγωγῆς πιστὸν γένοιτο καὶ μὴ διὰ συλλογισμοῦ τὸ προσλαμβανόμενον, εἴη ἄν διὰ συλλογισμοῦ γεγονυῖα ἡ δεῖξις τοῦ μὴ εἶναι μίαν τῶν ἐναντίων ἐπιστήμην, ἀλλ’ ἐξ ὑποθέσεως μόνον· διὸ οὐδὲ ἀναλύσεως ὁ τοιοῦτος δεήσεται λόγος συλλογιστικῆς. ἐπεὶ οὖν αὐτὸς διὰ τοιούτου ἔδειξε, διὰ τοῦτο προσέθηκε τῷ οὗτος γὰρ ἦν συλλογισμὸς τὸ ἴσως. ὅτι δὲ μὴ πᾶν τὸ μεταλαμβανόμενον διὰ κατηγορικοῦ δείκνυται συλλογισμοῦ, ἀλλ’ ἔστι πολλάκις καὶ διὰ τὴν ἐνάργειαν τιθέμενον, ἐκ τοῦ προειρημένου παραδείγματος δῆλον· τὸ γὰρ μὴ δύνασθαι συνυπάρχειν ὑγείαν καὶ νόσον ὄντα ἐναντία ὡς ἐναργὲς προσλαμβάνεται ἀλλ’ οὐχ ὡς δεδειγμένον διὰ συλλογισμοῦ. καὶ Θεοφραστος δὲ ἐν τῷ πρώτῳ τῶν Προτέρων ἀναλυτικῶν λέγει τὸ προσλαμβανόμενον ἢ δι’ ἐπαγωγῆς τίθεσθαι ἢ καὶ αὐτὸ ἐξ ὑποθέσεως ἢ δι’ ἐναργγείας ἢ διὰ συλλογισμοῦ. τοὺς δὴ τοιαύτην καὶ οὕτω ποιουμένους τὴν πρόσληψιν λόγους περαίνειν μὲν Ἀριστοτέλης λέγει καὶ δεικνύναι αὐτὸ <τὸ> προκείμενον, οὐ μὴν διὰ συλλογισμοῦ εἶναι. τὸ δὲ εἶτα διαλεχθείη, ὅτι οὐκ ἔστι πᾶσα δύναμις τῶν ἐναντίων ὡς ‘εἰ διαλεχθείη καὶ δείξειεν, ὅτι οὐκ ἔστι πάντων τῶν ἐναντίων δύναμις ἡ αὐτή᾿, ὡς ἤδη προεῖπον.

Εἰπὼν δὲ περὶ τῶν ἐξ ὁμολογίας ὑποθετικῶν καὶ δείξας, ὅτι μὴ γίνεται τοῦ τιθεμένου ὁ συλλογισμός, ἀλλ’ εἴπερ ἄρα, ἄλλου τινός, ἑξῆς λέγει περὶ τῶν δι’ ἀδυνάτου, οἳ καὶ αὐτοὶ τῶν ἐξ ὑποθέσεως εἰσιν. φησὶ γάρ, ὅτι μηδὲ τούτους ἔστιν ἀναλύειν, ὅτι μηδ’ ἐπὶ τούτων πρὸς τὸ τιθέμενον ὁ συλλογισμὸς ἀλλ’ ἄλλου τινός. διὰ γὰρ τὸ <τὸ> ἀντικείμενον αὐτῷ ἀδύνατόν τι συμβαῖνον δείκνυται διὰ συλλογισμοῦ· τὸ δὲ προκείμενον τῇ τοῦ ἀδυνάτου διὰ συλλογισμοῦ δειχθέντος ἀναιρέσει τίθεται ἀλλ’ οὐ δι’ οἰκείου καὶ πρὸς αὐτὸ γεγονότος συλλογισμοῦ. ὁμολογουμένου γὰρ τοῦ πᾶσαν ἀρετὴν καλὸν εἶναι, ἔτι δὲ τοῦ πᾶν τὸ καλὸν ἐπαινετόν, πρὸς τὸν μὴ συγχωροῦντα πᾶσαν ἀρετὴν ἐπαινετὸν εἶναι ὁ δεικνὺς τοῦτο διὰ τῆς [*](1 τὸ αὐτὸ ὑγιεινὸν . . . οἷόν τε ἄμα (2) om. a 3 τοιαύτη B: αὐτὴ a συλλογισμῶν a 4 καὶ aB (f): καὶ τοῦ Ar. 5 τὸ alterum add. B: om. a 6 οὐ superscr. B-: om. a 6. 7 συλλογισμῶν a 8 αὐτὸ om. a 9 et 10 συλλογισμῶν a 10 τῶν ἐναντίων μίαν a 12 τοιούτου Β: τούτου a 13 μὴ δὲ a 1.5 ante ἐκ add. ὡς a 16 ὑγ[είαν καὶ νόσον ὄπα ἐν]αντία] unc. inch evanida restituit Β2 17 συλλογισμῶν a Θεόφραστος] fr. 62 18. 19 προσλαμβανόμενον a: προσλαμβάνον B 20 συλλογισμῶν a δὴ τοιαύτην B: ταύτην a 21 δεικνύναι om. in lac. a τὸ addidi 22 συλλογισμῶν a 23 ὅτι] ὡς a ὢ ἴσον om. in lac. a εἰ Β: εἶτα a 24 δείξει a 25 προείρηται a 30 τὸ addidi: τῷ a 31 συμβαίνειν a)

389
εἰς ἀδύνατον ἀπαγωγῆς αὐτὸ μὲν οὐ συλογίζεται, ὑποθέμενος δὲ τὸ ἀντικείμενον [*](131v) αὐτῷ τὸ μὴ πᾶσαν ἀρετὴν ἐπαινετὸν εἶναι καὶ προσλαβὼν τούτῳ τὸ πᾶσαν ἀρετὴν καλὸν εἶναι συλλογίζεται ἐν τρίτῳ σχήματι τὸ μὴ πᾶν καλὸν ἐπαινετὸν εἶναι. καὶ ὁ μὲν συλλογισμὸς τούτου, τὸ δὲ ἐξ ἀρχῆς δείκνυται διὰ τοῦ τὸ συλλογισθὲν ἀδύνατον εἶναι.