In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Διαφέρουσι δὲ τῶν προειρημένων.
Λέγει τὴν διαφοράν, ᾗ διαφέρουσιν οἱ δι’ ἀδυνάτου τῶν ἐξ ὁμολογίας. ἀμφότεροι μὲν γὰρ ἐξ ὑποθέσεως, ἀλλ’ ἐπ’ ἐκείνων μέν, εἰ μὴ πρῶτον ὁμολογία γένοιτο, ὡς ἐπὶ τοῦ δεικνυμένου ἔχει, οὕτως δὲ καὶ ἐπὶ τοῦ προκειμένου ἔσεσθαι δεδειγμένον, οὐ πάντως δειχθέντος ἐκείνου τοῦτο κατεσκεύασται· οὐ γὰρ x003E; ὁ δείξας, ὅτι μὴ πάντων τῶν ἐναντίων ἡ αὐτὴ δύναμίς ἐστιν, ἐξ ἀνάγκης ἑπόμενον τὸ ‘οὐδὲ ἐπιστήμη᾿, εἰ μὴ προσυνέθετο περὶ αὐτοῦ. ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μηδεμιᾶς ὁμολογίας γενομένης τῇ δείξει τοῦ ἀδυνάτου τίθεται τὸ ἀντικείμενον αὐτῷ διὰ τὴν τῆς ἀντιφάσεως ἀνάγκην.