περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ἀναβάτης καὶ ἐπιβάτης διαφέρει. ἀναβάτης μὲν γὰρ ἐπὶ ἵππου, ἐπιβάτης δὲ ἐπὶ νηός.

ἀναστῆναι καὶ ἐγερθῆναι διαφέρει. ἀναστῆναι μὲν ἐπὶ ἔργον, ἐγερθῆναι δὲ ἐξ ὕπνου.

ἀναγόμενοι καὶ ⌞ἀναχθέντες⌟ διαφέρει. ἀνήγοντο μὲν γὰρ οἱ πλέοντες, ἀναγόμεναί τε αἱ νῆες, οὐκ ἀναχθεῖσαι ἀνήχθησαν δ τινες εἰς τὸ στρατηγεῖον.

ἀνεψιοὶ καὶ ἐξανεψιοὶ διαφέρουσιν. ἀνεψιοὶ μὲν γάρ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν παῖδες.