περὶ ὁμοίων καὶ διαφόρων λέξεων
Ammonius Grammaticus
Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.
ἀναγκάζειν καὶ βιάζεσθαι διαφέρει. ἀναγκάζειν μὲν 18Va. γάρ | ἐστιν ἐπὶ ἐμψύχου· βιάζεσθαι δὲ καὶ ἐπὶ ἀφύχου, οἷον ‘βιάζεσθαι τὴν ναῦνʼ.
ἄναρχον καὶ ἀναίτιον διαφέρει, ὅτι τὸ μὲν ἀναίτιον πρὸς ἕτερον λέγεται, τὸ δʼ ἄναρχον πρὸς ἑαυτό.
ἄντρον μὲν τὸ αὐτοφυὲς κοίλωμα, σπήλαιον δὲ τὸ χειροποίητον.
ἄνοια καὶ ἀφροσύνη διαφέρει. ἀνόητος μὲν γάρ ἐστιν ὁ μηδὲν νοῶν ἄφρων δὲ ὁ νοῶν μέν, οὐ φρονίμως δὲ διοικῶν.
15