περὶ ὁμοίων καὶ διαφόρων λέξεων
Ammonius Grammaticus
Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.
ἀναβάλλεσθαι καὶ ὑπερτίθεσθαι διαφέρει. ἀναβάλλεσθαι μὲν γάρ ἐστι τὸ προΐεσθαι καὶ παριέναι τὸν ἐπιτήδειον καιρὸν τῶν πράξεων, ὑπερτίθεσθαι δὲ τὸ ἐπιμένειν τὸν ἴδιον καιρὸν τῶν πράξεων.
ἀνακωχὴ καὶ ἀνοκωχὴ διαφέρει. ἀνακωχὴ μὲν γάρ ἐστιν ἡ ἐπὶ τῶν νεῶν ἀναχώρησις, ἡ δὲ διὰ τοῦ ο ἀνοκωχὴ ἀνοχὴ μακρὰ πολέμου διοκωχὴ δὲ καὶ ἀκωχὴ διάλειψίς τις καὶ ἄνεσις.
ἀνάλγητος καὶ ἀναλγὴς διαφέρει. ἀνάλγητος μὲν γάρ | ἐστιν ὁ ἀνεπίστρεπτος τοῦ καθήκοντος, ἀναλγὴς δὲ ὁ 17Va. μὴ ἀλγῶν.
ἄντικρυς καὶ ἀντικρὺ διαφέρει. ἀντικρὺ μὲν γὰρ τὸ ἐπʼ εὐθείας καὶ ἐξ ἐναντίας, χωρίς τοῦ σ ὡς τὸ καταντικρύ· ἄντικρυς δὲ τὸ διαρρήδην καὶ φανερῶς, καὶ τὸ ἐπʼ εὐθείας οπικόν.