περὶ ὁμοίων καὶ διαφόρων λέξεων
Ammonius Grammaticus
Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.
αἰπόλος καὶ ποιμὴν διαφέρει. αἰπόλος μὲν γὰρ ὁ ἐπὶ τῶν αἰγῶν τεταγμένος νομεύς, ποιμὴν δὲ ὁ ἐπὶ τῶν προβάτων
ἀκταὶ καὶ θῖνες διαφέρουσιν. ἀκταὶ μὲν γάρ εἰσιν οἱ πετρώδεις τόποι τῆς θαλάσσης, θῖνες δὲ οἱ ἀμμώδεις.
ἀκόντιον δόρατος διαφέρει. ἀκόντιον μὲν γὰρ τὸ ἀκοντιζόμενον ἔλαττον δόρατος, δόρυ δὲ τὸ μεῖζον ᾧ ἐκ χειρὸς ἐχρῶντο. παρὰ δὲ Ὁμήρῳ καὶ τὸ δόρυ προϊέναι (Υ 438 cf. Ε 656).
ἀκαιρία ἀσχολίας διενήνοχεν. ἀκαιρία μὲν γάρ ἐστιν ἔνδεια καιροῦ ἐπιτηδείου, ἀσχολία δὲ ἡ περί τι ἄλλο ἀναστροφή.
8
[*](10Va.)