περὶ ὁμοίων καὶ διαφόρων λέξεων
Ammonius Grammaticus
Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.
ἀκαρὴς σὺν τῷ σ καὶ ἀκαρῆ ἄνευ τοῦ σ διαφέρει. ἀκαρῆ μὲν γὰρ ἄνευ τοῦ σ σημαίνει τὸ βραχύ, οἷον (FCG IV 600 M. = fr. ad. 580 K.) ‘οὐδʼ ὅσον ἀκαρῆ τῆς τύχης ἐπίσταμαιʼ. ἀκαρὴς δὲ σημαίνει τὸ παρὰ βραχὺ ὄν, (FCG IV 660 M.= fr. ad. 581 K.)
ἀληθὲς καὶ ἄληθες διαφέρει. ἀληθὲς μὲν γὰρ ὀξυτόνως τὸ ἐναντίον τῷ ψεύδει, ἄληθες δὲ προπαροξυτόνως τὸ κατ’ ἐπερώτησιν λεγόμενον.
ἁλοᾶν καὶ ἀλοιᾶν διαφέρει. ἀλοᾶν μὲν γὰρ δασέως τὸ ἐπὶ τῆς ἅλω πατεῖν καὶ τρίβειν τοὺς στάχυας, ἀλοιᾶν δὲ ψιλῶς τὸ τύπτειν. Ἀριστοφάνης (ran. 149)
ἀλλσίωσις ἑτεροιώσεως διαφέρει. ἀλλοίωσις μὲν γὰρ οὐ μόνον μεταχαρακτηρισμός, ἀλλὰ καὶ τῆς πρότερον ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφʼ ἑτέρου χρώματος εἰς ἕτερον μεταβάλλῃ.