περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

αἰδὼς καὶ αἰσχύνη διαφέρει, ὅτι ἡ μὲν αἰδώς ἐστιν| ἐντροπὴ πρὸς ἕκαστον ὧν σεβασμίως τις ἔχει, αἰσχύνη δʼ ἐφʼ οἷς ἕκαστος ἁμαρτὼν αἰσχύνεται ὡς μὴ δέον τι πράξας. καὶ αἰδεῖται μέν τις τὸν πατέρα, αἰσχύνεται δὲ ὃς μεθύσκεται. διαστέλλει δὲ καὶ Ἀριστόξενος ὁ μουσικὸς (fr. 42a Wehrli) [*](6Va.) τὴν διαφορὰν | ἐν τῷ πρώτῳ Νόμων παιδευτικῶν. φησὶ γὰρ διαφορὰν τήνδε νομιστέον αἰδοῦς τε καὶ αἰσχύνης, ὅτι ἡ μὲν αἰδὼς πρὸς ἡλικίαν, πρὸς ἀρετήν, πρὸς ἐμπειρίαν, πρὸς

5
εὐδοξίαν. ὁ γὰρ ἐπιστάμενος αἰδεῖσθαι πρὸς ἑκάστην τῶν εἰρημένων ὑπεροχῶν προσέρχεται οὕτω διακείμενος οὐ διὰ τὸ ἡμαρτηκέναι τι, ἀλλὰ διὰ τὸ σέβεσθαι καὶ τιμᾶν τὰς εἰρημένας ὑπεροχάς. ἡ δʼ αἰσχύνη πρῶτον μὲν πρὸς πάντα ἄνθρωπον, ἔπειτα ἐπὶ τοῖς νομιζομένοις αἰσχροῖς.

αἶνος καὶ παροιμία διαφέρει. ὁ μὲν γὰρ αἶνός ἐστι λόγος κατὰ ἀναπόλησιν μυθικὴν ἀπὸ ἀλόγων ζῴν ἢ φυτῶν πρὸς ἀνθρώπους εἰρημένος, ὥς φησι Λούκιος Τάρραιος ἐν τῷ πρώτῳ Περὶ παροιμιῶν (fr. 1 p. 75 Linnenkugel), οἷον ἀπὸ μὲν ἀλόγων ζῴων ὡς παῤ Ἀρχιλόχῳ (fr. 89 D D. 3)

  • ‘αἶνός τις ἀνθρώπων ὅδε,
  • [*](7Va.)
  • ὡς ἆρ’ ἀλώπηξ {τε} κἀετὸς ξυνωνίην
  • ἔθεντοʼ,
  • καὶ τὰ ἑξῆς. καὶ πάλιν ὅταν λέγῃ (fr. 81, 1—2)
  • ‘ἐρέω τινʼ ὑμῖν αἶνον, ὦ Κηρυκίδη,
  • ἀχνυμένη σκυτάληʼ,
  • εἶτʼ ἐπιφέρει (fr. 81, 3—6)
    6
  • ‘πίθηκος ᾔει θηρίων ἀποκριθείς
  • μοῦνος ἀνʼ ἐσχατιήν.
  • τῷ δʼ ἆῤ ἀλώπηξ κερδαλῆ συνήντετο
  • πυκνὸν ἔχουσα νόονʼ.
  • καὶ Ἡσίοδος (opp. 202sq )
  • ‘νῆν δʼ αἶνον βασιλεῦσιν ἐρέω νοέουσι καὶ αὐτοῖς·
  • ὧδ’ ἵρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρονʼ.
  • [*](8Va.) ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ (fr. 194 6—8 Pf.)
  • ‘ἄκουε δὴ τὸν αἶνον. ἔν κοτε Τμώλῳ
  • δάφνην ἐλαίην εἰκὸς οἱ πάλαι Λυδοί
  • λέγουσι θέαθαιʼ,
  • καὶ τὰ ἑξῆς. καὶ ἔστιν αἶνος ἐξηπλωμένη παροιμία μετὰ διηγήσεος ἀπαρτίζουσα τὸ νοούμενον πρὸς παραμυθίαν τε καὶ ὠφέλειαν ἀνθρώπων· παροιμία δέ, ἣ τὴν ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἔχει ἐνδέουσαν τοῦ αἴνου, καὶ τὴν ἔξωθεν ἐκδεχομένη μετάβασιν. οἷον ‘μένε βοῦς ποτε βοτάνηνʼ καὶ ‘ἄκισσος μετ’ Ἀνθεστήριαʼ.

    αἴθε καὶ ὤφελον διαφέρει. τὸ μὲν γάρ ἐστιν ἀπαρέμψ⌞ατον⌟ προσώπων· τὸ δʼ ὤφελον ἐμφαίνει πρόσωπα, οἷον·

    7
    ὤφελον ἐγώ, ὤφελες σύ, ὤφελεν ἐκεῖνος. διὸ τὸ αἴθε ἐατὶν ἐπίρρημα, τὸ δʼ ὤφελον ῥῆμα.

    αἰκίαι καὶ ὕβρεις διαφέρουσιν. αἰκίαι μὲν γάρ εἰσιν 9Va. αἱ ἄνευ προπηλακισμοῦ πληγαί καθὰ καὶ Δημοσθένης ὁ ῥήτωρ φησίν (or. 21, 7)· ‘ὕβρισμαι μὲν ἐγώ, προπεπηλάκισται δὲ σῶμα τούμόνʼ.