περὶ ὁμοίων καὶ διαφόρων λέξεων
Ammonius Grammaticus
Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.
ἄελλα καὶ θύελλα διαφέρει. ἄελλα μὲν ἄημα συνεστραμμένον, θύελλα δὲ ἄελλα θύουσα καὶ ὁρμῶσα.
ἆθλος καὶ ἆθλον διαφέρει. ἀρσενικῶς μὲν γὰρ τὸν ἀγῶνα δηλοῖ, οὐδετέρως δὲ τὸ ἔπαθλον.
4
[*](5Va.) ἐπὶ δὲ τῶν ἐπάθλων Ἀθῆναι καὶ Ἀττικὴ διαφέρει. Ἀθῆναι μὲν γὰρ ἡ πόλις ἐστίν, Ἀττικὴ δὲ ἥ τε πόλις καὶ ἡ χώρα.
αἰτῶ καὶ αἰτοῦμαι διαφέρει. τὸ μὲν γάρ αἰτῶ ἐπὶ τοῦ εἰσάπαξ τι λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δʼ αἰτοῦμαι ἐπὶ τῷ χρήσασθαι εἰς ἀπόδοσιν. Μένανδρος ἐν τῷ Ὕμνιδι (fr. 410 Koerte 2) διαστέλλει