περὶ ὁμοίων καὶ διαφόρων λέξεων
Ammonius Grammaticus
Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.
ἀγωνοθέται μὲν ἐπὶ τῶν σκηνικῶν λέγονται, ἀθλοθέται [*](4Va.) δὲ ἐπὶ τῶν γυμνικῶν.
ἀγρονόμος ἐὰν μὲν παροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς νέμων, ἐὰν δὲ προπαροξύνωμεν ἔσται ὁ ἐν ἀγροῖς νεμόμενος. τὰ γὰρ προπαροξυνόμενα χαίρουσιν ἀναλύεσθαι εἰς πάθη.
ἀγόραιος καὶ ἀγοραῖος διαφέρει. ἀγόραιος ἐὰν προπαροξυτόνως σημαίνει τὸν πονηρὸν τὸν ἐν ἀγορᾷ τεθραμμένον, ἐὰν δὲ προπερισπωμένως τὸν ἐν ἀγορᾷ τιμώμενον
ἀδεὴς καὶ ἀδαὴς διαφέρει. διὰ μὲν γὰρ τοῦ ε ὁ ἄφοβος, διὰ δὲ τοῦ ᾱ ὁ ἀμαθής.