Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

ἢ σίνηπι μετ’ ὀλίγου ἐλαίου πινόμενον, ἢ ἐλαφείου κέρατος ῥίνημα ἡδυόσμου ἀποζέματι ἐπιπασσόμενον ὡς ἄλφιτον καὶ πινόμενον, ἢ Σαντονικὸν κοπὲν σὺν σταφίσιν ἢ φοίνιξιν ἢ μετὰ σύκων βρωθέν, 〈ἢ〉 μελίας φλοιὸς ὡς ἄλφιτον ποθέν. καταπλασσόμενα δὲ ὠφελεῖ κατὰ τοῦ ἐπιγαστρίου ἐπιτιθέμενα· θέρμινον ἄλευρον σὺν μελικράτῳ, ἢ μελάνθιον, ἢ αἴρινον ἄλευρον ὁμοίως, ἢ ἰσάτις.

(68) ἀσκαρίδας 〈δὲ〉 κτείνει ὀξύγγιον παλαιὸν εἰς τὸν δακτύλιον καθιέμενον ἀντὶ βαλάνου.

(69) τὰς δὲ τῆς μήτρας προπτώσεις στέλλει ἀκακίας χύλισμα, ἢ βάτου χυλὸς ἢ σχίνου, ἢ ῥοὸς τῆς ἐπὶ τὰ ὄψα ὁ χυλὸς διαχριόμενος, κνίδης κλάδος προσαπτόμενος, ἴου φύλλα καταπλαττόμενα, ἀπόπατος βοὸς νομάδος ἄρρενος ὑποθυμιώμενος· ἀριστολοχεία λεία ἐν πεσσῷ μετά τινος τῶν στυφόντων, καὶ τὸ ἀπόζεμα 〈δὲ〉 αὐτῆς εἰς ἐγκάθισμα καὶ ὑπατμισμόν, ἄσφαλτος ὑποθυμιωμένη, χαλβάνη καταπινομένη, κηκῖδος ἀφέψημα, μυρσίνης ἢ σχίνου ἢ σιδίων ἀφέψημα εἰς ἐγκάθισμα.