Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
ἡλιοτρόπιον τὸ μικρὸν πινόμενον, κάρυα βασιλικὰ πολλὰ βρωθέντα, κορίου σπέρμα ὀλίγον ποθὲν μετ’ ἐλαίου καὶ σιραίου — προσέχειν δὲ δεῖ τῷ πλήθει —, χαμαιλέοντος λευκοῦ ὀξυβάφου πλῆθος μετὰ οἴνου 〈αὐστηροῦ〉 καὶ ὀριγάνου ἀφεψήματος, χαλκάνθου 〈· α′ σὺν μέλιτι ἐκλειχομένη· πεπέρεως, [καὶ] καρδάμου ἀνὰ 〈· α′, νίτρου, σκαμμωνίας ἀνὰ 〈· α′ δίδου προσκοροδοφαγηκότι ἐπὶ ἡμέρας γ′· ἐπιπινέτω δὲ ἅλμης κυ′ β′.
(67)τὰς δὲ στρογγύλας ἕλμεις ἄγει ἔλαιον ποθέν, ἢ κίκινον μετὰ ὕδατος πινόμενον· θέρμοι πικροὶ ἐσθιόμενοι, καὶ τὸ ἐξ αὐτῶν ἄλευρον ὠμὸν μετὰ μέλιτος ἐκλειχόμενον, καὶ μετ’ ὄξους δὲ ποθὲν συντόμως ἐκτινάσσει 〈ἢ〉 ὡς ἄλφιτον ἐπιπασθέν· πίνεται δὲ 〈καὶ〉 τὸ ἀφέψημα αὐτῶν μετὰ πηγάνου καὶ πεπέρεως· νᾶπυ μετὰ θύμβρας ἢ ἡδυόσμου, καλαμίνθη σὺν ἁλσὶν καὶ μέλιτι ἑφθὴ καὶ ὠμὴ ἐσθιομένη·
καὶ ἀσκαρίδας δὲ ἐκτινάσσει κράμβης ὠμῆς χυλὸς καταρροφούμενος σὺν ὕδατι ὀμβρίῳ, πήγανον 〈ἐν〉 ἐλαίῳ ζεσθὲν καὶ ποθέν, [ἢ] ἡδυόσμου χυλὸς ῥοφούμενος, ἀειζώου χυλός, ἁβροτόνου ἀπόζεμα, κύμινον ἀντὶ ἀλφίτου ἐπιπασσόμενον ὀξυκράτῳ, ἀνδράχνη ἐσθιομένη καὶ ὁ χυλὸς πινόμενος· σερίφου ἀπόζεμα, ὃ ἔνιοι ἀψίνθιον θαλάσσιον καλοῦσι, σὺν ἁλσὶ καὶ ἐλαίῳ καὶ πυροῖς ἢ σύκοις ἢ
μύξαις συγκαθηψημένον, ἢ ἀλεύρῳ ἢ ῥοφήματι [ἢ] ξηρὸν ἐπιπασσόμενον·