Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(70)τὰς δὲ φλεγμονὰς τῆς ὑστέρας καὶ μύσεις καὶ ἀλγήματα ἀφεψόμενα εἰς ἐγκαθίσματα ὠφελεῖ· ἄγνου σπέρμα, ἅλθαίας ῥίζα, Ἀρτεμισία, βακχάριδος ῥίζα, γλήχων, δάφνη, ἶρις, κασσία, κάλαμος, σχοῖνος, Κενταυρείου τοῦ μεγάλου ῥίζα, κόνυζα,
κύπερος, λευκοίων ἄνθη ξηρά, 〈μάλιστα ἐπὶ τῶν χρονίων〉· μολόχη, μελίλωτον, κρίνων ἄνθη, λευκάνθεμον, πράσου κεφαλωτοῦ κόμη, σῦκα ξηρὰ μετὰ τήλεως ἢ πτισάνης, τῆλις, λινόσπερμον. ὑποθυμιώμενα δὲ ὠφελεῖ· ἄγνου σπέρμα, βδέλλιον, κασσία, κάλαμος, λάδανον, λιβανωτίδος σπέρμα καὶ ῥίζα· καὶ [τὰ] πρὸς τὰ καρκινώδη ποιεῖ ῥητίνη τερμινθίνη καὶ σμύρνα.(71)προστίθεται δὲ πρὸς τὰς φλεγμονὰς καὶ τὰ ἀλγήματα· ἄγνου σπέρμα λεῖον, ἀλθαίας ῥίζα ἑφθὴ ἐν μελικράτῳ μαλαχθεῖσα σὺν στέατι χοιρείῳ νεαρῷ καὶ τερμινθίνῃ, ἀνθυλλίου ῥίζα λεία σὺν ῥοδίνῳ, ἀρνογλώσσου χυλὸς ἐν ἐρίῳ, σόγχου χυλὸς ὁμοίως, Ἀσκληπιάδος χυλὸς ἢ τὰ φύλλα προστιθέμενα, βούτυρον ὁμοίως·
τήλεως ἀφηψημένης ὁ ἀποθλιβεὶς χυλὸς μιγεὶς στέατι χοιρείῳ ἢ βουτύρῳ προσφάτῳ, κρίνου ῥίζα ὀπτὴ σὺν ῥοδίνῳ καὶ τὰ ἄνθη σὺν κηρωτῇ καὶ μυελῷ καὶ στέατι, λινόσπερμον ἡψημένον σὺν κρόκῳ καὶ χοιρείῳ στέατι, ὕσσωπον σὺν βουτύρῳ καὶ μελιλώτῳ, οὔρου ἀνθρωπείου ὑποστάθμη σὺν κυπρίνῳ, περιστέριον σὺν στέατι χηνείῳ καὶ τερμινθίνῃ ὁμοίως, μυελὸς ἐλάφειος σὺν σουσίνῳ, στύραξ ἀνεθεὶς σὺν κυπρίνῳ.