Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
λειχὴν ὁ ἐπὶ τῶν πετρῶν διαχριομένου τοῦ στόματος καὶ τῆς γλώττης, ὀξυμυρσίνης ῥίζης ἀπόζεμα σὺν οἴνῳ, μυρίκης ἀπόζεμα σὺν οἴνῳ, ὄνοι οἱ ὑπὸ ταῖς ὑδρίαις ἓξ σὺν οἴνῳ, ὀξαλλίδος ῥίζαι ἑψηθεῖσαι σὺν οἴνῳ, ὀπόφυλλον σὺν ταρίχει καὶ οἰνομέλιτι ἐσθιόμενον, σεύτλου ῥίζαι ἑφθαὶ ἢ ὀπταὶ ἐσθιόμεναι, πενταφύλλου τῶν φύλλων χυλὸς πινόμενος ταχέως ὑγιάζει,
πόλιον ἐν οἴνῳ λευκῷ, σκίλλης ἑφθῆς ⟨· α′ σὺν ὀξυμέλιτι ἐκλειχομένη καὶ πινομένη μετὰ μελικράτου·στρουθίου ῥίζα σὺν μέλιτι ἐκλειχομένη καὶ πινομένη μετὰ μελικράτου, στρύχνου τοῦ χαμαιζήλου 〈τοῦ〉 λεγομένου ἁλικακκάβου χυλὸς πινόμενος μετ’ οἴνου, ὑακίνθου καρπὸς σὺν ἁβροτόνῳ πινόμενος, χαμαιπίτυος ἀφέψημα σὺν ὕδατι, χαμαικίσσου 〈· α′ μετ’ οἴνου ἐπὶ ἡμέρας ϙ′ ἢ ζ′, αἷμα σκύλακος κυνὸς σὺν ὀξυκράτῳ πινόμενον — τοῦτο δὲ καὶ ὑδρωπικοὺς ὠφελεῖ —·
βρύον τὸ ἐπὶ τῶν ἐνύδρων λίθων καρύου βασιλικοῦ μέγεθος μετ’ οἰνομέλιτος πινόμενον πλῆθος κυ′ ϙ′ ἐπὶ ἡμέρας γ′. ἄλλο καὶ τοῦτο καλῶς ποιοῦν· ἀφρονίτρου 〈· β′ βρέξας οἴνῳ Ἀμινναίῳ κυ′ β′ καὶ πρὸ ἡμέρας ἐξαιθριάσας δίδου νήστει ἐπὶ ἡμέρας β′ ἢ γ′.