Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
θεραπεύει δὲ καὶ ἄρκου χολῆς κυάμου Ἑλληνικοῦ τὸ μέγεθος καταπινόμενον, μελίας καρποῦ 〈· α′ σὺν οἴνῳ — συλλέγεται δὲ φθινοπώρου καὶ ἀποτίθεται —, δαφνίδων ἢ σμύρνης 〈· α′ σὺν οἴνῳ, κρόκου 〈· α′ μετὰ μέλιτος ἐκλειχομένη, ἑλξίνης ἀπόζεμα ἢ χυλὸς σὺν οἴνῳ, χελιδονίου χυλὸς ἢ ἀφέψημα σὺν οἴνῳ, λιβανωτίδος τῆς ῥωσμαρίνου Ῥωμαιστὶ καλουμένης ἀφέψημα μεθ’ ὕδατος.
(57) εἰς δὲ τοὺς ῥώθωνας ἐγχεόμενα ἐπὶ ἰκτερικῶν καθαίρει· κυκλαμίνου χυλὸς κατεχόμενος ἐν ἡλίῳ, ὅστε χολὴν ἄγειν, ἐλατήριον μετὰ γάλακτος ἐν βαλανείῳ ὄντος ἐν τῇ ἐματῇ τοῦ πάσχοντος ἐγχεόμενον, πρασίου χυλὸς ἐν μελικράτῳ ἐγχεόμενος ταῖς ῥισί, μελάνθιον κεκομμένον καὶ ὄξει· βεβρεγμένον ἐκπιεσθέντος τοῦ χυλοῦ καὶ εἰς τὰς ῥῖνας ἐγχεομένου. λουέσθωσαν δὲ ὀξάλμης ἢ ὀριγάνου ἢ Ὀσίρεως ῥίζης ἀπόζεμα τῷ λουτρῷ μίσγοντες· ἀλειφέσθωσαν δὲ ἀμυγδαλίνῳ καὶ λαχάνων ἀπεχέσθωσαν.
(58)ἡπατικοὺς δὲ χνονίους ὠφελεῖ πινόμενα μεθ’ ὑδρομέλιτος· ἀγαρικοῦ ὀβολοὶ δύο καθ’ ἡμέραν, ἀδιάντου ἀφέψημα, ἀκόρου ἀπόζεμα, χαμαιπίτυος ὁμοίως· σφονδυλίου ῥίζα σὺν οἴνῳ πινομένη, ἐπιπακτίδος τῆς ἐλλεβορίνης καλουμένης ἀπόζεμα, ἄμωμον, κασσία, ἀμύγδαλα πικρὰ σὺν ἐλελισφάκῳ καὶ μελικράτῳ, ἀναγαλλίδος χυλός, ἀνθεμίδος ῥίζα καὶ ἄνθη πινόμενα, ἄσαρον σὺν ὕδατι, Γεντιανῆς ῥίζης 〈· α′ σὺν ὕδατι, ἀριστολοχείας ῥίζης ὁμοίως·