Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(56) ἰκτεριῶντας δὲ ποτίζειν ἀδιάντου ἀπόζεμα ἐν οἴνῳ,
ἀγχούσης ῥίζης 〈· α′ μετ’ οἴνου, ἀνδραφάξεως, ὑπερικοῦ Γο γ′ σὺν μέλιτι καὶ οἴνῳ, πράσιον μετ’ οἴνου, πέπλιον· ποιεῖ 〈καὶ〉 σφονδυλίου ῥίζα καὶ τὸ σπέρμα μετ’ οἴνου, ἐρυθροδάνου ῥίζης 〈· α′ μετ’ οἴνου, ἀλόης 〈· α′ σὺν ὕδατι, ἀνθεμίδος ῥίζα καὶ τὰ ἄνθη μετ’ οἴνου, σπύραθοι αἰγῶν καὶ μάλιστα ἀγρίων μετ’ οἴνου καθ’ ἑαυτὰς καὶ σὺν ἀρώμασιν, ἱερᾶς βοτάνης τῶν φύλλων 〈· α′ μετὰ λιβανωτοῦ 〈· ς′ καὶ οἴνου παλαιοῦ 〈θερμοῦ〉 κο′ α′ νήστει ἐπὶ ἡμέρας δ′ ἢ ϙ′·μάραθον μετ’ οἴνου, ἀσπαράγου ῥίζης ἀφέψημα καὶ τὸ σπέρμα πινόμενον ὁμοίως, ἀψίνθιον ὠμοτριβὲς σὺν Ἰνδικῇ νάρδῳ ἢ Κελτικῇ, σελίνου ἢ ἀδιάντου ἢ βουφθάλμου τὰ φύλλα σὺν οἴνῳ πινόμενα μετὰ βαλανεῖον εὔχροιαν πρὸς καιρὸν περιποιεῖ· βουνιάδος σπέρματος 〈· δ′ σὺν οἴνῳ, γλυκυσίδης 〈· α′ σὺν οἴνῳ, κέρατος ἐλαφείου κεκαυμένου 〈· α′ σὺν μέλιτι, ἐρέβινθοι μέλανες ἐσθιόμενοι, καὶ οἱ λευκοὶ δὲ καὶ τὸ ἀπόζεμα πινόμενον·
ἐρύσιμον σὺν μελικράτῳ, θείου ἀπύρου κοχλιάριον ἐπιπασσόμενον ὕδατι ἢ 〈μετ’ ᾠοῦ〉 ῥοφούμενον, ἱππομαράθου ῥίζα ἢ καρπὸς πινόμενος, καλαμίνθης ἀπόζεμα, κέστρου 〈· α′ μετ’ οἴνου, κονύζης φύλλων 〈· α′ μετ’ οἴνου, κυκλαμίνου 〈· γ′ μεθ’ ὕδατος — κατάκλινε δὲ ἐν θερμῷ οἴκῳ καὶ πλείοσιν ἱματίοις χρῷ· χολώδη γὰρ ἱδρῶτα ἐκκρινεῖ —, λιβανωτίδος ἀπόζεμα μετὰ περίπατον σὺν ἐρεβίνθοις, καὶ ἡ ῥίζα δὲ σὺν οἴνῳ·