Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(53) ἀποθεραπεύει δὲ τὰς ἐκ τῶν ἐπιτεταμένων ἐνεμάτων δήξεις γάλα ἐγχυματιζόμενον ἢ βούτυρον ἢ χόνδρου ἀφέψημα, ἢ ταύρειον στέαρ τεθεραπευμένον σὺν πτισάνης χυλῷ, ἢ ὀρνίθειον ὁμοίως ἢ χήνειον ἢ ἐλάφειον, ἢ μυελὸς ἐλάφειος ἢ μόσχειος καθ’ ἑαυτὸν χλιερὸς ἢ σὺν χυλῷ πτισάνης.

(54) ἐγκαθίσματα δὲ ἐπὶ κοιλιακῶν καὶ δυσεντερικῶν ἐστι ταῦτα· γάρος σιλούρων ἢ ἰχθύων μετ’ ὄξους κραθείς, ῥοὸς βυρσοδεψικῆς ἀφέψημα, ῥοᾶς λεπῶν ἀφέψημα, στεμφύλων ὁμοίως, καὶ πάντα τὰ τῶν στυφόντων ἀφεψήματα. ἁρμόζει δὲ θερμοῖς ἐγκαθέζειν ἐπανιέντας τὸν δακτύλιον καὶ ἐγχρονίζοντας καὶ διαστέλλοντας τὰ πυγαῖα.

(55) πρὸς δὲ τὸ μὴ συνεχῶς ἐρεθίζεσθαι δεήσει κατὰ δακτύλιον πίλημά τι ἐμβαλόντας εἰς ἔλαιον ζέον ἢ ὕδωρ ἢ ὄξος παρατιθέναι.