Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(51) ἐνίεται δὲ ἐπὶ κοιλιακῶν συμφερόντως καὶ δίδοται δὲ 〈αὐτοῖς〉 ἀμπέλου φύλλων 〈χυλὸς〉 καὶ [χυλὸς] ἀνδράχνης, ἀκακίας, ὑποκιστίδος, ἀρνογλώσσου χυλός, βαλαύστιον, μίλτος Σινωπικὴ μετά τινος τῶν στυφόντων ἀφεψήματος, λωτοῦ ἢ φηγοῦ πρισμάτων ἀφέψημα, ῥοὸς βυρσοδεψικῆς χύλισμα καὶ τὸ ἀφέψημα τῶν φύλλων, φακῆ μετὰ ῥόδων ἀφεψηθεῖσα· πτισάνη σὺν βάτων ἀφεψήματι ἢ μυρσίνης ἢ σφαιρίων κυπαρίσσου, καὶ καθ’ ἑαυτὰ δὲ τὰ ἀφεψήματα χωρὶς πτισάνης ἐνίεται ὠφελίμως.
(52) ἐπὶ δὲ δυσεντερικῶν ἁρμόζει μὲν καὶ τὰ πρὸς κοιλιακοὺς ἐνέματα, ἰδίως δὲ ἐπὶ τῶν περιωδυνούντων· βούτυρον καθ’ ἑαυτὸ πρόσφατον, ἢ μολόχης ἢ τήλεως ἢ λινοσπέρμου ἢ χόνδρου ἢ πτισάνης ἢ ὀρύζης ἢ τράγου ἑψηθέντων καὶ τορυνηθέντων ὁ χυλός. ἐπὶ δὲ τῶν δίχα ἀλγηδόνος ῥευματιζομένων
ἁρμόζει ἅλμη μετὰ οἴνου, κέρας ἐλάφειον κεκαυμένον σὺν οἴνῳ λεῖον, πομφόλυξ σὺν οἴνῳ καὶ ῥοδίνῳ, ἀρρενικὸν σὺν χάρτῇ κεκαυμένον διπλασίονι καὶ οἴνῳ·μολύβδου σκωρία ἢ μολύβδαινα μετὰ μυρσινίνου, ἄσφαλτος σὺν πτισάνῃ τακεῖσα, στοίβης ἀπόζεμα σὺν οἴνῳ, γάρος ὁ ἀπὸ τῶν ἰχθύων ἐνιέμενος ἐπὶ τῶν μετὰ νομῆς καὶ ὁ ἀπὸ τῶν σιλούρων, κονία συκίνη στακτή, οὖρον παλαιόν, κυάμου Ἑλληνικοῦ τοῦ λέπους τὸ ἀφέψημα σὺν αἰγείῳ στέατι, Λυσιμαχείου χυλός, λωτοῦ ἢ φηγοῦ πρισμάτων ἀφέψημα σὺν αἰγείῳ στέατι, μελισσοφύλλου χυλός, μίλτος Σινωπικὴ σὺν ἀποζέματι στύφοντι ἢ ὀξάλμῃ.