Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
ὀπόφυλλον μετὰ πράσου καὶ ὄξους, οὖρον παιδὸς ἀφθόρου καταρροφούμενον, πευκεδάνου ῥίζης ἀπόζεμα καὶ ὀπός, περικλυμένου φύλλων χυλός, πηγάνου ἀγρίου σπέρμα μετὰ μελικράτου, πίσσα ὑγρὰ μετὰ μέλιτος ἐκλειχομένη, πισσέλαιον ὁμοίως· πρασίου ἀφέψημα, ῥαφάνου φλοιοῦ χυλὸς ἐκλειχόμενος σὺν μέλιτι, σανδαράκη σὺν ῥητίνῃ τερμινθίνῃ ἐκλειχομένη, σκίλλης ὀπτῆς 〈· α′ μετὰ ὀξυμέλιτος, πάνακος ἀφέψημα, ἁβροτόνου ὁμοίως·
γάλα ὄνειον πινόμενον καὶ θεῖον ἐν καταποτίῳ, ὄνοι κατοικίδιοι πινόμενοι ι′ μεθ’ ἡμικοτυλίου ἐλαίου νήστει· ἢ ἐλατηρίου 〈· α′, νίτρου 〈· α′ [ὁμοίως], σινήπεως 〈· α′ καταπότια ποιήσας δύο δίδου, ἢ εὐζώμου σπέρμα σὺν μέλιτι· ποιεῖ καὶ σιδήρου πεπυρωμένου ἐναποσβεσθέντος ὄξει πινόμενον τὸ ἀπόβρεγμα. ὑποθυμιᾶται δὲ ὠφελίμως πρὸς ἀσθματικοὺς ὅσα καὶ ἐπὶ τῶν χρονίως βηττόντων ὑπεδείξαμεν διὰ τοῦ ἄμβικος.
(40) πρὸς δὲ τοὺς στροφουμένους χρονίως ἁρμόζει πινόμενα· ἀγαρικοῦ % μετὰ ὕδατος θερμοῦ, ἀγρώστεως τῆς ἐν Παρνασσῷ τῆς ῥίζης ἀφέψημα καὶ αὐτὴ ἡ ῥίζα ξηρὰ ἐν οἴνῳ ἢ μελικράτῳ, γλυκυσίδης ῥίζα σὺν οἴνῳ ἢ μελικράτῳ, χαμαιπίτυος ἀπόζεμα, χελιδόνιον σὺν οἴνῳ, λιβανωτίδος σπέρμα σὺν οἴνῳ, σεσέλεως καρπὸς καὶ 〈ἡ〉 ῥίζα σὺν οἴνῳ [καὶ διαμασωμένη]·
δαμασωνίου 〈· α′ μετ’ οἴνου, κύμινον Αἰθιοπικὸν καὶ ἄγριον μετ’ οἴνου, ἶρις ἐκλειχομένη σὺν μέλιτι, ἔλαιον πινόμενον μετὰ πηγάνου ἀφεψήματος, 〈κισσοῦ〉 κόρυμβοι ἓξ σὺν νίτρῳ καὶ μελικράτῳ, ἑρπύλλου ἀπόζεμα, ἠρυγγίου ῥίζης 〈· α′ μετ’ οἴνου, καλαμίνθης ἀπόζεμα, καστόριον σὺν ὄξει, Κενταυρείου τοῦ μεγάλου τῆς ῥίζης 〈· β′ σὺν οἴνῳ, κέστρου φύλλων 〈· α′ σὺν οἴνῳ, λιβανωτίδος ῥίζα σὺν οἴνῳ·
λιγυστικὸν σὺν ὕδατι καὶ ἡ ῥίζα αὐτοῦ ὁμοίως, μήου ἀπόβρεγμα, μελισσόφυλλον σὺν οἴνῳ, νάρθηκος σπέρμα σὺν οἴνῳ, πευκεδάνου ῥίζα ὁμοίως, 〈ἢ〉 ἀπόζεμα ἢ ὀπός· νίτρον ἢ ἀφρόνιτρον μετὰ πηγάνου ἢ κυμίνου ἢ ἀψινθίου ἀποζέματος ἢ μετ’ ἐλαίου καὶ οἴνου καὶ ὕδατος, ὀπόφυλλον πινόμενον, σαμψούχου ἀπόζεμα, σισυμβρίου σπέρμα, σκίλλης ὀπτῆς δραχμὴ σὺν ὀξυμέλιτι·