Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
ἐρυσίμου σπέρμα φωκτὸν σὺν μέλιτι ἢ πτισάνης χυλῷ καθεψηθέν, θαψίας ῥίζης ὀποῦ ὀβολοὶ δύο πινόμενοι μετὰ οἴνου ἢ ἐν ἑψήμασιν ἢ ἑψητοὶ λαμβανόμενοι, καρκίνοι σὺν τῷ ζωμῷ ἑφθοὶ ἐσθιόμενοι, βάτραχοι ὁμοίως, κραταιογόνου ῥίζα σὺν μέλιτι, μυρρίδος ῥίζα μετὰ ῥοφήματος· πίσσης ὑγρᾶς κυάθου πλῆθος ἐκλειχόμενον, πράσου χυλὸς ἢ πράσιον ἐκλειχόμενον, ῥᾶ σὺν ὕδατι, ἐλάφου στέαρ νεαρὸν καθεψηθὲν ἐν ῥοφήματι, βούτυρον σὺν μέλιτι ἑφθόν.
(39) δυσπνοίας καὶ ἄσθματα καὶ ὀρθοπνοίας 〈ὠφελεῖ〉 ποτά· ἀβροτόνου δραχμὴ σὺν ὕδατι χλιαρῷ, ἀδιάντου ἀφέψημα σὺν ὕδατι, περικλυμένου δραχμὴ ἐπὶ ἡμέρας μ′ σὺν οἴνῳ, κνίδης καρπὸς σὺν μέλιτι, ἀλώπεκος πνεύμονος ξηροῦ 〈· γ′ σὺν μελικράτῳ, βρυωνίας ῥίζης χυλοῦ δραχμὴ μετὰ μέλιτος, Ἀμμωνιακοῦ 〈· α′ σὺν ὀξυμέλιτι, ἀναγύρου φύλλων 〈· α′ ἐν γλυκεῖ, ἀριστολοχείας 〈· α′ τῆς ῥίζης μετὰ μέλιτος ἐκλειχομένη·
ἀρνόγλωσσον ἑφθὸν ἐσθιόμενον, ἄσφαλτος ἀντὶ καταποτίου λαμβανομένη, βακχάριδος ἀφέψημα ἐν ὕδατι, βαλσάμου καρποῦ 〈· α′ σὺν ὀξυμέλιτι· βότρυς, ἣν ἀμβροσίαν καλοῦσιν ἔνιοι, μετὰ οἴνου· στρουθίου κοχλιάριον μετὰ μελικράτου, σφονδύλιον ὁμοίως, δαφνίδες δύο λεῖαι σὺν μέλιτι ἢ τὰ ἁπαλὰ τῶν φύλλων ὁμοίως, δρακοντίου ῥίζαι ἢ ἄρου ἐσθιόμεναι ἑφθαὶ ῥοφουμένου καὶ τοῦ ἀφεψήματος·
πνεύμονος ἐλαφείου, ἀλώπεκος ἥπατος, στοιχάδος
ἴσα σὺν ὕδατι, ἢ καστόριον ἰδίᾳ μετὰ μέλιτος· ἶρις σὺν ὑσσώπῳ καὶ μελικράτῳ ἐν καταποτίῳ δίδομένη, Ἑλενίου ἀπόζεμα, σμύρνης κυάμου μέγεθος ἐν καταποτίῳ λαμβανόμενον, σμυρνίου ἀπόζεμα· θαψίας ὀποῦ ÷ ἢ χυλοῦ 〈· α′, θεῖον ἐν ᾠῷ διδόμενον· θύμου ἢ θύμβρας ἢ ὑσσώπου ἀπόζεμα ἢ αὐτὰ λεῖα μετὰ μέλιτος ἐκλειχόμενα·ἱππούριδος χυλός, καλαμίνθης ἀπόζεμα, χαλβάνη ἀντὶ καταποτίου, Κενταυρείου τοῦ μεγάλου ῥίζης 〈· β′ σὺν οἴνῳ, κέστρου 〈· α′ σὺν οἰνομέλιτι, φοίνικος 〈· α′ μετ’ οἰνομέλιτος, κισσανθέμου 〈· α′ μετ’ οἴνου, κυπαρίσσου σφαιρία σὺν οἴνῳ, κλύμενον σὺν ὀξυκράτῳ· χαμαισύκη πινομένη παύει τοὺς παροξυσμούς· μελάνθιον πινόμενον μετὰ νίτρου. ἢ μελισσοφύλλου χυλὸς ἐκλειχόμενος, ἢ Κυδωνίων πεπείρων χυλός·