Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

χαμαιδάφνης Ἀλεξανδρίνης 〈φύλλα〉 σὺν οἴνῳ ποθέντα, ψευδοβουνίου κλωνία δ′ μετὰ ὕδατος, πετροσέλινον σὺν οἴνῳ, πέπερι μετὰ δάφνης φύλλων, ἀνήθου ἀπόζεμα, τῆλις μετὰ κνήκου σπέρματος ἀφεψηθεῖσα πινομένη, δαφνίδες ἀφηψημέναι ι′ [ἐν ἄλλῳ ιζ′] ἐν οἴνου κυάθοις δυσίν, πάνακος ἀπόζεμα μετ’ οἴνου καὶ ἐλαίου πινόμενον.

(41) πρὸς δὲ τοὺς ἐμπνευματουμένους μετὰ ἀλγήματος ποσοῦ καὶ διατάσεως ἁρμόζει πινόμενα· ἄμι σὺν ἀνήθου

σπέρματι ξηρῷ μετὰ μελικράτου, καὶ τοῦ ξύλου αὐτοῦ τὸ ἀπόζεμα, λαπάθου ἀπόζεμα ἐν ὕδατι, Ἀσκληπιάδος ῥίζα μετὰ οἴνου·

ἀψινθίου ἀπόζεμα δοθὲν μετὰ σεσέλεως καὶ νάρδου Κελτικῆς ἐν ὄξει ἢ ὕδατι, ξυλοβαλσάμου ἀφέψημα ἢ τοῦ καρποῦ σὺν οἴνῳ, Ἑλενίου ἀπόζεμα, ἠρυγγίου ῥίζης 〈· α′ μετ’ οἴνου, καστόριον σὺν ὄξει, κέστρου φύλλων 〈· α′, κόστου 〈· α′ μετ’ οἴνου καὶ ἀψινθίου, λιγυστικὸν σὺν ὕδατι, καὶ ἡ τῶν πταρμικῶν προσαγωγή.

(42) πρὸς δὲ τὰς δήξεις τῶν ἐντέρων ἁρμόζει ἀνδράχνη ἐσθιομένη καὶ ὁ χυλὸς πινόμενος, καὶ μολόχη ἐσθιομένη. ἐγκλυζόμενα δὲ ὠφελεῖ τὰς δήξεις ἀφεψηθέντα· χυλὸς ὀρύζης ἢ χόνδρου ἢ τράγου ἢ πτισάνης ἢ μολόχης ἢ τήλεως ἢ λινοσπέρμου.

(43) καταπλασσόμενα δὲ ὠφελεῖ τοὺς στροφουμένους· κύμινον λεῖον ἱκανὸν μιγὲν ὀροβίνῳ ἀλεύρῳ ὠμῆς λύσεως τρόπον. ὠφελεῖ δὲ καὶ τοῦτο· κάρυον βασιλικὸν πυρωθὲν σὺν τῷ κελύφει καὶ περιειληθὲν ἐρίῳ ἢ ὀθονίῳ καὶ ἐπιτεθὲν κατὰ τοῦ ὀμφαλοῦ, πίτυρα σὺν πηγάνου ἀποζέματι καὶ ὄξει, τῆλις ἢ λινόσπερμον σὺν μελικράτῳ, τέφρα θερμὴ βληθεῖσα εἰς τρυβλίον καὶ ζεσθεῖσα 〈ἐν〉 ὄξει· δεῖ δὲ περιτιθέντας ὠμόλινον διπλοῦν περικαθάπτειν τὸ τρυβλίον τῷ ἀλγοῦντι μέρει.