Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(26)ἀτροφοῦντας δὲ ὠφελεῖ ὀρόβου φρυκτοῦ μέγεθος ὅσον καρύου Ποντικοῦ ἐν μέλιτι πρὸ τῆς τροφῆς διδόμενον.
(27)ἵστησι δὲ ἱδρῶτας ἐπὶ τῶν διαφορουμένων καταπασσόμενα· γῆ Σαμία, γύψος, λιθάργυρος, κηκίς, σχιστή, μυρρίνη, θεῖον ἄπυρον, ἔλαιον τὸ ἐξ ἀγριελαίας, μυρσίνινον, τερμίνθινον, οἰνάνθινον, ῥόδινον, μήλινον, σχίνινον.
καταχριόμενα δὲ ἵστησιν μάννα καὶ ἄμυλον σὺν ᾠοῦ τῷ λευκῷ, ἢ βολβὸς λεῖος σὺν πεπέρει καὶ κνίδης σπέρματι καὶ κηρῷ ὀλίγῳ καὶ κόμμει καὶ ὀνώνιδος σπέρματι καὶ νίτρῳ ὀλίγῳ.