Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(28)καρδιακοὺς δὲ ὠφελεῖ καταπτλασσόμενα κατὰ τοῦ στομάχου· βάτου φύλλα μετὰ κηρωτῆς ὀλίγης ἢ ἄρτου, 〈ἢ〉 μυρσίνης φύλλα, ἢ μύρτα, ἢ ἕλικες ἀμπέλου, ἢ ἀρνόγλωσσον σὺν ἄρτῳ ἢ κηρωτῇ ὀλίγη· 〈ἢ〉 μῆλα Κυδώνια, φοίνικες, σέρις ἀγρία καὶ ἥμερος.

καὶ ἐνέματα δὲ ὠφελίμως παραλαμβάνεται πτισάνης

χυλὸς ἐγκαθηψημένων ἀκροκωλίων ἢ ποδῶν μετ’ οἴνου, ἢ ᾠὰ ὠμὰ σὺν οἴνῳ. καταχρίεται δὲ αὐτῶν τὰ ἄκρα ὠφελίμως κηρωτῇ ὑγρᾷ μετὰ νάπυος λείου ἢ ξηρᾷ διεθείσῃ οἴνῳ.

(29) αἵματος δὲ ἀναγωγὴν θεραπεύει πινόμενα· ἀγαρικοῦ τριώβολον ἐν οἴνῳ, ἀδιάντου χυλὸς καταρροφούμενος σὺν ὄξει ὅσον κύαθος α′, κἂν ἐκ διαστημάτων ἢ πάλιν, ἢ πολυγόνου χυλός, ἢ ἀειζώου ἢ ἀρνογλώσσου χυλὸς ὁμοίως, ἢ βάτου, ἢ ἀνδράχνης, ἢ ἑλίκων ἀμπέλου, ἢ βαλαύστιον σὺν ὀξυκράτῳ, ἢ ἡδυόσμου χυλὸς καθ’ ἑαυτὸν καὶ σὺν ὀξυκράτῳ ἢ ὕδατι· περικλυμένου χυλοῦ τριώβολον μετὰ ὕδατος, κυπαρίσσου σφαιρία σὺν ὕδατι λεῖα πινόμενα, Λυσιμάχειος πόα καὶ ὁ χυλὸς αὐτῆς, μυρίκης καρπὸς λεῖος καὶ ὁ φλοιὸς αὐτῆς, νάρθηκος ἐντεριώνη, οἰνάνθη ξηρά.