Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
ὑπερικόν, καλαμίνθη, κάχρυ ὀλίγον, καστόριον, κόνυζα, κόστος, σαγαπηνόν, Κνίδιος κόκκος μετὰ νίτρου καὶ ἐλαίου καὶ ὄξους, λυκαψὸς σὺν ὕδατι θερμῷ· 〈ἔλαιον〉 σαμψούχινον, ἴρινον, μετώπιον, γλεύκινον, κύπρινον, χαμαίδρυς, χαμαίπιτυς, συκαμίνου ὀπός, σταφίς ἀγρία.
(25)μειγνύμενα δὲ κόπους ὠφελεῖ· ἅλες, νίτρον, ὀνοβρυχίς, σισύμβριον, χαμαιλέων, Ἀμμωνιακόν, πράσιον, ὀρίγανον, καππάρεως ῥίζα, σικύου ἀγρίου ῥίζα, τέφρα κληματίνη, ὄστρακον
ἀπὸ ἴπνου, ἀριστολοχεία σὺν πάλῃ, ὀποβάλσαμον, χαλκὸς κεκαυμένος, λεπὶς χαλκοῦ καὶ τὰ δριμέα ἀρώματα· βολβοὶ λεῖοι καταχριόμενοι σὺν πεπέρει καὶ Ἀμμωνιακῷ ἢ κηρωτῇ ὑγρᾷ κυπρίνῃ· Κομανικὸς λίθος εἰς ἔλαιον ἀποτριβόμενος καὶ συγχριόμενος.(20)περιαφθέντα δὲ ὠφελεῖ τριταίους· λειχὴν ἵππου περιτμηθεὶς καὶ περιαφθείς, ἢ ἀράχνας τὰ ζῷα γ′ συναναμαλάξας ἐμπλάστρωσον ἐπιτιθεὶς ἐν ὀθονίῳ κατὰ τοῦ μετώπου καὶ τῶν κροτάφων.