Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

καλαμίνθης ἀπόζεμα σὺν καστορίῳ, ὀπόφυλλον σὺν καρδάμῳ καὶ ᾠῷ ἢ πεπέρει καὶ πηγάνῳ, ὀποπάνακος 〈· α′ ἢ πάνακος 〈· β′· σέσελι μετὰ πάνακος καὶ πεπέρεως σὺν οἴνῳ ποθέντα, νάρθηκος σπέρμα ὁμοίως, φλόμου ῥίζα ἐν οἴνῳ, πενταφύλλου ῥίζης χυλὸς σὺν οἴνῳ, κόπρος κυνεία ξηρὰ στοχασμῷ μετ’ ὄξους πινομένη.

(23)πρὸς δὲ τοὺς χρονίους καὶ ἀτάκτους πυρετοὺς ἁρμόζει ἀλεκτρυόνος παλαιοῦ ζωμός, ἁλῶν ἐν τῇ γαστρὶ αὐτοῦ διαχθέντων ἢ ταρίχους καὶ συνεψηθέντων πινόμενος.

(24)συγχριόμενα δὲ μετ’ ἐλαίου λεῖα ἐπὶ τῶν μετὰ ῥίγους περιοδικῶν πυρετῶν ὠφελεῖ πρὸ τῆς ἐπισημασίας θάλποντα τὸ σῶμα καὶ ἱδρῶτας κινοῦντα· ἄγνου σπέρμα, λιβανωτίδος σπέρμα, ἁλὸς ἄνθος, συκίνη κονία, νίτρον ἢ ἀφρόνιτρον, δαφνίδες, πύρεθρον, σμυρνίου τοῦ ἱπποσελίνου καλουμένου σπέρμα·