Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(143)κορίου δὲ ποθέντος ὠφελεῖ ἴρινον ἔλαιον καὶ οἶνος ἄκρατος σὺν ἀψινθίῳ· ἢ ἄλφιτα ὠμὰ σὺν θαλάσσῃ, χιὼν σὺν γλυκεῖ.
(144)σμίλακος δὲ ποθέντος, ὃν ἔνιοι τιθύμαλλον καλοῦσιν, Ῥωμαῖοι δὲ τάξον, δοτέον οἶνον πολὺν καὶ ὄξος, καὶ ὅσα τοῖς κώνειον πεπωκόσιν ἁρμόζει, παραληπτέον καὶ ἐπὶ ταύτης.
(145)τοῖς δὲ ψύλλιον πεπωκόσιν ἁρμόζει τὰ βοηθήματα, ἃ καὶ τοῖς κόριον προσενεγκαμένοις.