Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(146)τοῖς δὲ φαρικὸν πιοῦσιν ἄκρατος πολὺς ἁρμόζει σὺν ἀψινθίῳ ἢ κιναμώμῳ, γλυκὺς πολύς, νάρδος Κιλικία σὺν οἴνῳ, ἶρις ἀγρία ὁμοίως, πήγανον σὺν κριθίνῳ ἀλεύρῳ καὶ ὄξει.
(147)πρὸς δὲ μηκώνιον ἔλαιον σὺν ὕδατι, ἅλες σὺν ὀξυμέλιτι, γλυκύς, μέλι θερμανθὲν σὺν ῥοδίνῳ, ἄκρατος πολὺς σὺν ἀψινθίῳ· ἢ κινάμωμον σὺν ὀξυμέλιτι, ὄξος θερμόν, ὀρίγανον σὺν κονίᾳ καὶ γλυκεῖ, πηγάνου ἀγρίου σπέρμα, ῥόδινον ἢ ἴρινον.
(148)ἐφημέρου δὲ ποθέντος, ὃ καὶ Κολχικὸν καλοῦσιν, ὠφελεῖ καστανίων τὸ ἐντὸς λεῖον σὺν οἴνῳ, πολυποδίου τὸ ἀπόζεμα, ὀρίγανον σὺν κονίᾳ καὶ γλυκεῖ, δρυὸς ἢ φηγοῦ ἢ πρίνου φύλλα λειώσας δίδου σὺν γάλακτι, πολυγόνου χυλὸν καὶ ῥίζαν σὺν γάλακτι, ἀμπέλου ἢ βάτου χυλὸν ἢ καυλοὺς λείους σὺν ὕδατι, ἢ νάρθηκος ἐντεριώνην μετ’ οἴνου, ἢ ἕρπυλλον μετ’ οἴνου, ἢ μύρτων καρπόν, ἢ ῥοᾶς λέπη ἀποβρέξας ἐν οἴνῳ· γάλα βόειον βοηθεῖ, ὥστε ἂν παραχρῆμά τις λάβῃ τὸ γάλα, ἄλλου βοηθήματος οὐ χρῄζει.