Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(140)εἰς τὰ τοξευόμενα δὲ καὶ οἷς ἐπιχρίεται τὸ ξίφος φάρμακα ἁρμόζει ὀπὸς σιλφίου πινόμενος μετ’ οἴνου καὶ ἐπιτιθέμενος τοῖς τραύμασι μετά τινος τῶν θερμαντικῶν ἀποζέματος.

(141)ἰξίου δὲ τοῦ μέλανος χαμαιλέοντος λεγομένου ποθέντος βοηθεῖ ἀψίνθιον τριπτὸν μετ’ ὄξους, καστόριον σὺν ὄξει, ἄκρατος σίνος πολὺς σὺν ἀψινθίῳ, ὀξύμελι, ὄξος σὺν πηγάνου ἀγρίου σπέρματι σιλφίου ῥίζα σὺν ὄξει, τραγοριγάνου

ἀπόζεμα, ῥητίνη τερμινθίνη ἢ πιτυίνη, κάρυα βασιλικὰ ἢ τῆς καρύας οἱ βλαστοί, νάρδος μετὰ καστορίου καὶ σιλφίου ὀβολὸς μετ’ οἴνου, τραγορίγανον σὺν γάλακτι. ἔνιοι δέ φασι καὶ θαψίας χυλὸν πινόμενον ὠφελεῖν.

(142)πρὸς δὲ τοὺς κώνειον πεπωκότας ἔλαιον ἴρινον ἢ ἀψίνθιον σὺν οἴνῳ πινόμενον πολλῷ, καρδάμωμον ὁμοίως, κινναμώμου 〈 α′ σὺν οἴνῳ, ἀκρατοποσία, ὄξος θερμόν, ἔλαιον ἀμαράκινον, πηγάνου ἀγρίου σπέρμα, στύραξ σὺν οἴνῳ, πέπερι σὺν κνίδης σπέρματι καὶ οἴνῳ, ὀπὸς σιλφίου σὺν ἐλαίῳ καὶ γλυκεῖ.