Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(137) ἰδίως δὲ πρὸς ἀκόνιτον ἁρμόζει ἀειζώου τοῦ μείζονος ἄνθη μετ’ οἴνου, ὀποβάλσαμον μετὰ γάλακτος, ἄκρατος πολὺς σὺν ἀψινθίῳ, κινάμωμον σὺν οἴνῳ, πάνακος Ἀσκληπιαδείου καρπὸς καὶ ἄνθη, πηγάνου ἀγρίου σπέρμα καὶ βρω θὲν ἄπρακτον καθίστησιν· πυτία ἐρίφου σὺν ὄξει ἢ λαγωοῦ ἢ ἐλάφου, σιδήρου σκωρία πεπυρωμένη καὶ ἐν ὀξυμέλιτι σβεσθεῖκονία σα, ἢ σιδήριον πυρωθὲν καὶ μέλιτι σβεσθέν· ζωμὸς βόειος, μετὰ οἴνου καὶ ἀβροτόνου, πράσιον σὺν οἴνῳ, χαμελαία σὺν οἴνῳ, πήγανον ὁμοίως· συκῆς φύλλα λεῖα, χαμαίπιτυς καλῶς ποιεῖ, ὀρίγανος ὀνῖτις, πολύκνημον σὺν οἴνῳ, ὄρνιθος καθηψημένης συγχυλωθείσης ζωμός, κρέως λιπαροῦ ὁμοίως· ὀποάλσαμον σὺν γάλακτι γυναικείῳ ἢ ὕδατι· μορέας ῥίζας ἑψήσας σὺν οἴνῳ 〈καὶ〉 μείξας μέλιτι δίδου· ἄργυρος καὶ χρυσὸς πεπυρωμένα σβεσθέντα μέλιτι.
(138)μέλι 〈δὲ〉 τὸ ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ γεννώμενον βρωθὲν μανίαν ποιεῖ. βοηθεῖται δὲ οἰνομέλιτι καλῷ καὶ πηγάνῳ ἐσθιομένῳ· ὁσάκις δ’ ἂν ἐξεμέσωσιν, προσφερέσθωσαν τὸ οἰνόμελι. τὴν ἄφοδον δὲ τῶν φαγόντων τὸ μέλι σύες ἢ κύνες φαγόντες τὸ αὐτὸ πάσχουσι.
(139)πρὸς δὲ τὸ τοξικὸν ποιεῖ· αἷμα τράγου καὶ αἰγὸς καὶ ἐρίφου καὶ νήσσης καὶ κυνὸς ἐν οἴνῳ, γογγυλίδος ἡμέρου σπέρμα πινόμενον, χαλβάνη σὺν οἴνῳ καὶ σμύρνῃ, γλυκύς, δρυὸς φλοιὸς μετὰ βοείου γάλακτος· ὁμοίως καὶ φηγοῦ 〈ἢ〉 πρίνου φλοιός, ἢ ῥίζης χυλὸς 〈σὺν〉 οἴνῳ πολλῷ ποτισθείς· μήλων ἀγρίων καρπὸς ἐσθιόμενος, στρουθία μῆλα ὁμοίως· Κυδώνια λειώσας ἐν ὕδατι σὺν γλήχωνι δίδου, ἢ ῥόδινον ἢ ἴρινον ἢ ἄμωμον καὶ βαλσάμου καρπὸν σὺν οἴνῳ.