Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
ἀνθυλλίου 〈· γ′ σὺν οἴνῳ, ἀνθεμίδος ῥίζα καὶ τὰ ἄνθη ὁμοίως, ἀσπαλάθου ἀπόζεμα ὁμοίως· ἀψίνθιον ἀποζεσθὲν σὺν σελίνου ῥίζη ἴσῃ 〈ἢ〉 σχοῖνος ἢ νάρδος ἢ μάραθον ἐν ὕδατι· βακχάριδος ἡ ῥίζα ἑψηθεῖσα ἐν ὕδατι, βουνίου τὰ φύλλα καὶ ἡ ῥίζα χυλισθέντα μετὰ μελικράτου, ἑλιχρύσου ἄνθος σὺν τοῖς φύλλοις ἐν οἴνῳ, ἑρπύλλου ἀπόζεμα ὁμοίως· σμυρνίου ῥίζα πινομένη ἐν οἴνῳ, ἠρύγγης ῥίζα μετὰ σταφυλίνου σπέρματος καὶ οἴνου, ἱπποσελίνου ῥίζα καὶ σπέρμα ὁμοίως·
καρδάμωμον μετ’ οἴνου ἢ ὕδατος, κάλαμος ἀρωματίτης μετὰ ἀγρώστεως ῥίζης ἢ σελίνου σπέρματος ἑψηθεὶς ἐν ὕδατι, κεδρίδες πινόμεναι μετὰ πεπέρεως καὶ οἴνου, κινάμωμον σὺν οἴνῳ, κουραλλίου 〈· α′, κλινοποδίου ἀπόζεμα ἐν ὕδατι, κυπαρίσσου τῶν φύλλων ὁ χυλὸς πινόμενος σὺν οἴνῳ, λεύκης τοῦ δένδρου ὁ φλοιὸς σὺν οἴνῳ, ἐξωνύχου τοῦ καὶ λιθοσπέρμου καρπὸς πινόμενος ὁμοίως·
αἱματίτης λίθος ἐν οἴνῳ, μαράθου ἀφέψημα σὺν ὕδατι, μυριόφυλλον πινόμενον ὁμοίως, πτελέας ῥίζα σὺν γλυκεῖ, ὀνόβρυχις ἐν οἴνῳ, οἰνάνθης 〈ἡ〉 πόα καὶ ἡ ῥίζα, ὄνοι οἱ ὑπὸ ταῖς ὑδρίαις λεῖοι πινόμενοι, ὄρνιθος ἀπόπατος σὺν οἴνῳ. εἰς δὲ τὸν οὐρητικὸν πόρον ὑποτίθενται πρὸς ἐξουρισμὸν κόρεις 〈οἱ〉 ἀπὸ κλίνης λεῖοι.
(109)καταπλάσσεται δὲ πρὸς δυσουρίαν ὀρόβινον σὺν ὄξει καὶ ἐπιδεῖται· ὁμοίως δὲ οὖρα ἄγει μῆον λεῖον καταπλασθὲν κατὰ τοῦ ἐφηβαίου.
(109)ὑποθυμιώμενα δὲ οὖρα ἄγει βδέλλιον, Ἀρτεμισία,
ἀκρίδες, τρίχες ἐλάφου· περιεστολισμένος δὲ ἔστω κύκλῳ, ἵνα ἀδιάπνευστος ᾖ· περίχριε καὶ τὸν δακτύλιον ἀμαρακίνῳ μύρῳ.