Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(106)καταπλάσσεται δὲ ὠφελίμως ἐπὶ ἀλγούσης κύστεως νυμφαίας ῥίζα καὶ σπέρμα, πολύγονον, πετροσέλινον, χαμαίπιτυς σὺν οἴνῳ καὶ στέατι ὑείῳ ἡψημένα· κρίθινον 〈ἄλευρον〉,

γῦρις, τῆλις, λινόσπερμον, φοίνικες, μῆλα Κυδώνια ἑφθά, κωδύαι μήκωνος ἑφθαὶ καὶ ὑοσκυάμου ἀλεύρῳ μιγεῖσαι.

(107)πρὸς δὲ τὰς ἑλκώσεις τῆς κύστεως ποιεῖ μὲν καὶ τὰ ἐπὶ νεφριτικῶν ἀναγεγραμμένα ποτά, ἁρμόζει δὲ καὶ ταῦτα· ἀγρώστεως τῆς ἐν Παρνασσῷ φυομένης ἡ ῥίζα καὶ τῆς ἄλλης δὲ ἀφεψηθεῖσα ἐν ὕδατι πινομένη, ἀνδράχνης χυλὸς ἐν γλυκεῖ, γάλα γλυκύ, ἐλάτης μυρεψικῆς ἀπόζεμα, κυπαρίσσου φύλλα λεῖα μετὰ σμύρνης ποθέντα.

(107)ἰᾶται δὲ κύστιν ῥευματιζομένην μολόχη ἐσθιομένη ἢ μύρτα ἐσθιόμενα. (108) ἐπιδακνομένην δὲ κύστιν ὠφελεῖ σάκχαρον πινόμενον, σκάνδικος ἀφέψημα πινόμενον, καὶ τῆς λεγομένης φαλήρεως βοτάνης κοπείσης καὶ θλιβείσης ὁ χυλὸς σὺν οἴνῳ — γεννᾶται δὲ ἐν τοῖς σίτοις —· συμφύτου ἀφέψημα, κνῆκος χυλισθεῖσα, ἀμύγδαλα πικρά, στροβίλια πεφωγμένα, κόμμι κοκκυμήλων, τραγάκανθα ἐν γλυκεῖ μετὰ κέρατος ἐλαφείου κεκαυμένου μιγείσης αὐτῇ 〈στυπτηρίας〉 σχιστῆς ὀλίγης.

(109)δυσουρίαις δὲ βοηθεῖ πινόμενα· ἀσπαράγου ἀγρίου ῥίζης ἀπόζεμα καὶ τὸ σπέρμα σὺν οἴνῳ, πάναξ σὺν μελικράτῳ ποιεῖ καὶ πρὸς ψωριῶσαν κύστιν, πολυγόνου χυλός, σαμψούχου ἀπόζεμα, σέσελι, σικύου ἡμέρου σπέρμα καθαρὸν σὺν γάλακτι ἢ γλυκεῖ καὶ πικροῖς ἀμυγδάλοις, ἢ αὐτὰ τὰ ἀμύγδαλα ἐν γλυκεῖ, σκορδίου χύλισμα ἐν οἴνῳ, σταφυλίνου ἀγρίου σπέρμα, φιλεταιρίου ῥίζης 〈· α′ ἐν κράματι, φοῦ ἀπόζεμα, χαμαιπίτυος ὁμοίως·

χαμαιλέοντος λευκοῦ 〈· α′ ἢ β′ μετ’ ὀριγάνου ἀποζέματος ἢ οἴνου, ψευδοβουνίου κλωνία δ′ μεθ’ ὕδατος, ὠκίμου σπέρμα, ἁβροτόνου ὁμοίως ἀποζεσθὲν ἐν

ὕδατι, ἄχρις οὗ τὸ τρίτον λειφθῇ· ἀγαρικοῦ 〈· α′ μετ’ οἴνου, γλυκυρρίζης ἀπόζεμα πινόμενον, ὀξυμυρσίνης 〈τῆς καὶ μυρσίνης〉 ἀγρίας ῥίζα ἀπεζεσμένη, δαμασωνίου ῥίζης 〈· α′ σὺν οἴνῳ, στρόβιλοι καθαροὶ μετὰ σικύου σπέρματος καὶ γλυκέος·