Euporista vel De simplicibus medicinis
Dioscurides Pedianus
Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914
(110)εἰς ἐγκαθίσματα δὲ ἀποζέννυται ἐπὶ τῶν περὶ τὴν κύστιν διαθέσεων ἀνθεμίς, δάφνη, κάλαμος ἀρωματίτης, κυπαρίσσου φύλλα.
(111)λίθους δὲ τοὺς ἐν κύστει θρύπτει πινόμενα σὺν οἴνῳ· ἀδίαντον, φιλεταιρίου ῥίζης 〈·β′, σμυρνίου σπέρμα, ὀξυμυρσίνης ῥίζα ἐν γλυκεῖ ἀποβρεχομένη καὶ ὁ καρπὸς σὺν οἴνῳ, ἱππομαράθου σπέρμα καὶ ἡ ῥίζα, ἀλθαίας ῥίζα καὶ τὸ σπέρμα, ἁλκυονίου Μιλησίου % σὺν ὕδατι, ἀμύγδαλα πικρὰ σὺν γλυκεῖ καὶ τὸ ἔλαιον αὐτῶν, ἀνθεμίδος τῆς πορφυρανθοῦς τὸ ἄνθος καὶ ἡ ῥίζα, λευκανθέμου ἀπόζεμα, ὀνωνίδος ῥίζα σὺν οἰνομέλιτι, βδελλίου 〈· α′ σὺν οἴνῳ, τριβόλου χλωροῦ καρποῦ χυλός· φήνης τοῦ ὀρνέου, ὃ Ῥωμαϊστὶ ὀσσίφραγον καλοῦσιν, ἡ κοιλία ξηρὰ κατ’ ὀλίγον πινομένη· γλυκυσίδης ῥῶγες πυρραὶ ἐσθιόμεναι καὶ πινόμεναι.
(111)ἐπὶ δὲ παιδίων λιθιώντων καὶ πρὸς ψωριώσας κύστεις ἁρμόζει δάφνης ῥίζης τοῦ φλοιοῦ 〈· α′ μετ’ οἴνου εὐώδους, κοτυληδόνος ῥίζα καὶ ἡ πόα ἐσθιομένη, καρδαμώμου 〈· α′ μετὰ δάφνης ῥίζης τοῦ φλοιοῦ 〈· α′ σὺν οἴνῳ, κόμμι τὸ ἐξ ἀμυγδαλῆς πικρᾶς ἢ ἀμπέλου ἢ κοκκυμήλων μετὰ γλυκέος, 〈ὀξαλίδος〉 ῥίζα ἑφθὴ ἐν οἴνῳ, ἐξωνύχου καρπὸς λεῖος·
λίθοι οἱ ἀπὸ τῶν σπόγγων λεῖοι μετ’ οἴνου, οὖρον ταύρου πινόμενον, παρθενίου τῆς λευκανθέμου καλουμένης ἡ πόα, παλιούρου σπέρμα, ἄμωμον ἐσθιόμενον — τοῦτο δὲ καὶ τὰ λιθογόνα ὕδατα καθαίρει
συνεψόμενον —, σισυμβρίου ἀπόζεμα, στρουθίου ῥίζα σὺν πάνακι καὶ καππάρεως ῥίζῃ καὶ ἐξουρεῖν 〈τὸν λίθον〉 ποιεῖ, πολίου ἀπόζεμα, λίθος Ἰουδαικὸς τριβόμενος σὺν ὕδατι καὶ πινόμενος·σκολοπένδριος βοτάνη — ἔστιν δὲ καὶ διουρητικός —, σχοίνου ἄνθος πινόμενον καθ’ ἡμέραν, μυσκέλεδρα μετὰ ἐλαχίστου κρόκου καὶ σμύρνης ποτιζόμενα σὺν ὕδατι ἢ μετὰ λιβανωτοῦ ὀλίγου καὶ οἰνομέλιτος, πόλιον λεῖον ἐπιπασσόμενον ἢ τὸ ἀφέψημα αὐτοῦ, ἢ λίθος τῶν ἐξουρηθέντων ὑπὸ αὐτῶν τριβεὶς καὶ ποθεὶς ἐν οἴνῳ.