De diaeta
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
81. Εἰσὶ δέ τινες οἷσι τὸ διαχώρημα ὑγρὸν διαχωρέει καὶ σεσηπὸς, τοῖσιν ἄλλως ὑγιαίνουσι καὶ γυμναζομένοισι, καὶ πόνον οὐ παρέχει· οἱ δέ τινες ἀποκλείονται τῶν προσηκόντων· προϊόντος δὲ τοῦ χρόνου, τὰς σάρκας ἐπισπᾶται τῇ θερμασίῃ ἡ κοιλίη, καὶ πόνον δὴ παρέχει, καὶ τῶν σιτίων ἀποκλείονται, ἥ τε κοιλίη ἐξελκοῦται, στῆσαι δὲ χαλεπὸν ἤδη γίνεται αὐτήν. Ἀλλὰ χρὴ πρότερον προμηθέεσθαι γνόντα τὴν κοιλίην θερμὴν καὶ ὑγρὴν παρὰ τὸ προσῆκον, πόνων τε ὑπερβολὴν ἀξυμφόρων γεγενημένην. Τῇ οὖν διαίτῃ χρὴ ψῦξαι καὶ ξηρῆναι, καὶ πρῶτον μὲν τὰ γυμνάσια τὰ ἡμίσεα ἀφελεῖν, καὶ τῶν σιτίων τὸ τρίτον μέρος· χρήσθω δὲ μάζῃ προφυρητῇ τριπτῇ, καὶ τοῖσιν ἰχθύσι τοῖσι ξηροτάτοισιν ἑφθοῖσι καὶ μήτε λιπαροῖσι μήτε ἁλμυροῖσι· χρήσθω δὲ καὶ ὀπτοῖσι· κρέασι δὲ τοῖσιν ὀρνιθίοισιν, ἑφθοῖσι μὲν φάσσης, περιστερῆς, ὀπτοῖσι δὲ περδίκων καὶ ἀλεκτορίδων ἀνηδύντοισι, λαγώοισι δὲ ἑφθοῖσιν ἐν ὕδατι, καὶ τοῖσιν ἀγρίοισιν ἅπασι· λαχάνοισι δὲ ὅσα ψυκτικὰ, οἷον τοῖσι τεύτλοισι καθέφθοισιν ὀξηροῖσι· οἴνῳ δὲ μέλανι αὐστηρῷ· γυμνασίοισι δὲ τροχοῖσιν ὀξέσιν, ἀλλὰ τρίψις μὴ πολλὴ προσέστω, ἀλλ’ ὀλίγη, μηδὲ πάλη· ἀκροχείρησις καὶ χειρονομίη καὶ κωρυκομαχίη