De diaeta

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

80. Ἄλλοισι δέ τισι γίνεται τοιάδε· τὸ διαχώρημα ἄσηπτον διαχωρέει, καὶ τὸ σῶμα τρύχεται τῶν σίτων οὐκ ἐπαυρισκόμενον· οὗτοι δὲ προϊόντος τοῦ χρόνου ἐμπίπτουσιν ἐς τὰς νούσους· τούτοισιν αἱ κοιλίαι ψυχραὶ καὶ ξηραί· ὁκόταν γοῦν μήτε σίτοισι προσήκουσι χρέωνται μήτε γυμνασίοισι, πάσχουσι ταῦτα. Ξυμφέρει δὲ τῷ τοιούτῳ ἄρτοισί τε καθαροῖσιν ἰπνίτῃσι χρέεσθαι, καὶ τοῖσιν ἰχθύσιν ἑφθοῖσιν ἐν ὑποτρίμμασι, καὶ κρέασιν ἑφθοῖσιν ὑείοισι, καὶ τοῖσιν ἀκροκωλίοισι διέφθοισι, καὶ τοῖσι πίοσιν ὀπτοῖσι, καὶ τῶν δριμέων καὶ τῶν ἁλυκῶν τοῖσιν ὑγραίνουσι, καὶ τοῖσιν ἁλμυροῖσιν· οἴνοισι δὲ μέλασι μαλακοῖσι· καὶ τῶν βοτρύων καὶ τῶν σύκων ἐμφορεῖσθαι ἔν γε τοῖσι σιτίοισι· χρὴ δὲ καὶ ἐναριστῇν μικρόν· τοῖσι δὲ γυμνασίοισι πλείοσι χρέεσθαι, δρόμοισι καμπτοῖσιν ἐκ προσαγωγῆς, ὑστάτοισι δὲ τροχοῖσι, καὶ μετὰ τὸν δρόμον πάλῃ σὺν ἐλαίῳ· περιπάτοισι δὲ μὴ πολλοῖσιν ἀπὸ τῶν γυμνασίων· ἀπὸ δείπνου δὲ ὅσον ἐξαναστῆναι· ὄρθρου δὲ πλείοσι περιπάτοισι χρῆσθαι· λουέσθω δὲ θερμῷ· χρεέσθω δὲ καὶ χρίσμασιν· ὕπνον δὲ

628
πλείονα διδότω καὶ μαλακευνεέτω· χρὴ δὲ καὶ ἀφροδισιάσαι τι· τῶν δὲ σίτων ἀφελεῖν τὸ τέταρτον μέρος ἐν ἡμέρῃσι δέκα, καὶ προσάγειν αὐτὸν πρὸς τὰ σιτία.