De diaeta

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

82. Ἄλλοισι δέ τισι ξηρόν τι καὶ συγκεκαυμένον τὸ διαχώρημα γίνεται, καὶ τὸ στόμα ξηρὸν, προϊόντος δὲ τοῦ χρόνου καὶ πικρὸν γίνεται, καὶ ἡ κοιλίη ἵσταται καὶ ἡ οὔρησις· ὅταν γὰρ μὴ ἔχῃ τὸ ἔντερον ὑγρασίην, περὶ τὸν ἀπόπατον περιοιδῆσαν ἀποφράσσει τὰς διεξόδους, ὀδύνην τε παρέχει, καὶ θέρμη λαμβάνει, καὶ ὅ τι ἂν πίῃ ἢ φάγῃ ἐξεμέει· τελευτῶν δὲ καὶ κόπρον ἐμέει· οὗτος οὐ βιώσιμος, ὅταν ἐς τοῦτο ἔλθῃ. Ἀλλὰ χρὴ πρότερον προμηθέεσθαι γινώσκοντα ὅτι ξηρασίῃ θερμῇ κρατέεται ὥνθρωπος. Διαιτῆσθαι οὖν χρὴ αὐτὸν τῇ τε μάζῃ προφυρητῇ ῥαντῇ καὶ ἄρτῳ σιτανίων πυρῶν τῷ τε χυλῷ

632
τῶν πιτύρων ἐζυμωμένῳ, λαχάνοισί τε χρῆσθαι πλὴν τῶν δριμέων καὶ ξηρῶν καὶ ἑψανοῖσι· καὶ τῶν ἰχθύων τοῖσι κουφοτάτοισιν ἑφθοῖσι· καὶ τοῖσι κεφαλαίοισι τῶν τε ἰχθύων καὶ καράβων· μυσὶ καὶ ἐχίνοισι καὶ τοῖσι καρκίνοισι, καὶ τῶν κογχυλίων τοῖσι χυλοῖσι καὶ αὐτοῖσι τοιούτοισιν ὑγροτάτοισι· κρέασι δὲ, τοῖσιν ὑείοισιν ἀκροκωλίοισιν ἐμπροσθίοισιν ἑφθοῖσι καὶ ἐρίφων καὶ ἀρνῶν καὶ σκυλάκων ἑφθοῖσιν· ἰχθύων δὲ τοῖσι ποταμίοισι καὶ λιμναίοισιν ἑφθοῖσιν· οἴνῳ μαλακῷ, ὑδαρεῖ· τοῖσι δὲ πόνοισι μὴ πολλοῖσι μηδὲ ταχέσιν, ἀλλ’ ἡσύχοισι πᾶσι· τοῖσι δὲ περιπάτοισι πρωῒ μὲν χρήσθω, πρὸς τὴν ἕξιν ἱκανοῖσι καὶ ἀπὸ γυμνασίου πρὸς τὸν πόνον ξυμμέτροισιν· ἀπὸ δείπνου δὲ μὴ περιπατείτω· λουτροῖσι δὲ χρήσθω καὶ ὕπνοισι μαλακοῖσι καὶ ἀρίστῳ· ὕπνῳ τε μετὰ τὸ ἄριστον μὴ μακρῷ· ὀπώρῃ τε τῇ ὑγραινούσῃ μετὰ τῶν σιτίων χρήσθω· καὶ τοῖσιν ἐρεβίνθοισι τοῖσι χλωροῖσι, καὶ ξηροὺς δὲ βρέξας ἐν ὕδατι· ἀφελέσθω δὲ τῶν πόνων καὶ οὗτος ἐξ ἀρχῆς τοὺς ἡμίσεας τῶν πρόσθεν· καὶ ἔμετον ποιησάσθω ἀπὸ γλυκέων καὶ λιπαρῶν καὶ ἁλμυρῶν καὶ πλειόνων, ἐνδιατριβέτω δὲ ὡς πλεῖστον χρόνον ἐν τοῖσι σιτίοισι πρὸς τοὺς ἐμέτους· εἶτα προσαγέτω τὸ σιτίον ἐς ἡμέρας τρεῖς, καὶ μὴ μενέτω ἀνάριστος· ὁκόταν δὲ ἡμέραι δέκα γένωνται, τῶν πόνων προσαγέτω πλείονας· κἢν μὲν οὖν ἢ πλησμονὴ ἐνῇ ἀπὸ τοῦ σιτίου ἢ τῆς κοιλίης πλημμέλεια, ἐμεσάτω· ἢν δὲ μὴ, οὕτω θεραπευέσθω τὸν ἐπίλοιπον χρόνον.