De diaeta
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
76. Ἄλλοι δέ τινες τοιάδε πάσχουσιν, ἀχροοῦσι τὴν ὄψιν, καὶ, ὅκόταν φάγωσιν, ἐρυγγάνουσιν ὀλίγον ὕστερον ὀξέα, καὶ ἐς τὰς ῥῖνας ἀνέρπει τὸ ὀξύ. Τούτοισι τὰ σώματα οὐ καθαρά ἐστιν· ὑπὸ γὰρ τοῦ πόνου πλεῖον τὸ συντηκόμενον τῆς σαρκὸς ἢ τὸ ἀποκαθαιρόμενον ὑπὸ τῆς περιόδου· ἐμμένον δὴ τοῦτο ἐναντιοῦται τῇ τροφῇ, καὶ βιάζεται, καὶ ἀποξύνει. Ἡ μὲν οὖν τροφὴ ἐρυγγάνεται, αὐτὸ δὲ ὑπὸ τὸ δέρμα ἐξωθέεται, καὶ τῷ ἀνθρώπῳ ἄχροιαν ἐμποιέει, καὶ νούσους ὑδρωποειδέας ἀποκυΐσκει. Ἀλλὰ χρὴ προμηθέεσθαι ὧδε·
620
ἡ μὲν οὖν ταχυτέρη θεραπείη, ἑλλέβορον πίσαντα προσάγειν, ὥσπερ γέγραπταί μοι· ἡ δὲ ἀσφαλεστέρη ὑπὸ τῆς διαιτήσιος ὧδε· πρῶτον μὲν λουσάμενον θερμῷ ἔμετον ποιήσασθαι, εἶτα προσάγειν ἐς ἡμέρας ἀπὸ τοῦ ἐμέτου ἑπτὰ τὸ σιτίον τὸ εἰθισμένον· δεκάτῃ δὲ ἡμέρῃ ἀπὸ τοῦ ἐμέτου αὖθις ἐμεέτω, καὶ προσαγέτω κατὰ τωὐτὸ· καὶ τὸ τρίτον ὡσαύτως ποιησάτω· τοῖσι δὲ τροχοῖσιν ὀλίγοισι καὶ ὀξέσι καὶ ἀνακινήμασι καὶ τρίψει, καὶ διατριβῇ πολλῇ χρήσθω ἐν τῷ γυμνασίῳ, καὶ ἀλινδήσει χρεέσθω· τοῖσί τε περιπάτοισι πολλοῖσιν ἀπὸ τῶν γυμνασίων, ἀλλὰ μὴν καὶ ἀπὸ τοῦ δείπνου, πλείστοισι δὲ τοῖσιν ὀρθρίοισιν· ἐγκονιόμενος δὲ χριέσθω· ὁκόταν δὲ λούεσθαι θέλῃ, θερμῷ λουέσθω· ἀνάριστος δὲ διατελεέτω τοῦτον τὸν χρόνον. Καὶ ἢν μὲν ἐν μηνὶ καθιστῆται, θεραπευέσθω τὸ λοιπὸν τοῖσι προσήκουσιν· ἢν δέ τι ὑπόλοιπον ᾖ, χρεέσθω τῇ θεραπείῃ.