De diaeta
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
75. Γίνεται δὲ καὶ τοιάδε πλησμονή· ἐς τὴν ὑστεραίην τὸν σῖτον ἐρυγγάνεται ὠμὸν ἄτερ ὀξυρεγμίης, ἡ δὲ κοιλίη διαχωρέει, ἐλάσσω μὲν ἢ πρὸς τὰ σιτία, ὅμως δὲ ἱκανῶς, πόνος δὲ οὐδεὶς ἐγγίνεται· τουτέοισιν ἡ κοιλίη ψυχρὴ ἐοῦσα οὐ δύναται καταπέσσειν τὰ σιτία ἐν τῇ νυκτί· ὁκόταν γοῦν κινηθῇ, ἐρυγγάνεται τὸν σῖτον ὠμόν. Δεῖ οὖν τούτῳ παρασκευάσαι τῇ κοιλίῃ θερμασίην ἀπό τε τῆς διαίτης ἀπό τε τῶν πόνων· καὶ πρῶτον μὲν οὖν χρὴ ἄρτῳ θερμῷ χρέεσθαι
618
ζυμίτῃ, διαθρύπτοντα ἐς οἶνον μέλανα ἢ ζωμὸν ὑείων κρεῶν· τοῖσί τε ἰχθύσιν ἑφθοῖσιν ἐν ἅλμῃ δριμείῃ· χρέεσθαι μὲν καὶ τοῖσι σαρκώδεσιν, οἷον ἀκροκωλίοισί τε διέφθοισι τοῖσιν ὑείοισι, τοῖσί τε πίοσιν ὑείοισιν ὀπτοῖσι, τοῖσι δὲ χοιρείοισι μὴ πολλοῖσι καὶ σκυλάκων μηδὲ ἐρίφων· λαχάνοισι δὲ πράσοισί τε καὶ σκορόδοισιν ἑφθοῖσι καὶ ὠμοῖσι, βλίτῳ τε ἑφθῷ καὶ κολοκύντῃ· πόμασί τε ἀκρητεστέροισιν, ὕπνοισί τε μακροῖσιν, ἀναριστίῃσι τὴν πρώτην· ὕπνοισί τε ἀπὸ τῶν γυμνασίων, τοῖσί τε δρόμοισι καμπτοῖσιν, ἐξ ὀλίγου προσάγων, πάλῃ τε μαλακῇ ἐν ἐλαίῳ, λουτροῖσί τε ὀλίγοισι, χρίσμασί τε πλείοσι, τοῖσί τε πρωῒ περιπάτοισι πλείστοισιν, ἀπὸ δείπνου τε ὀλίγοισι· καὶ τὸ σῦκον μετὰ τῶν σιτίων ἀγαθὸν, ἄκρητός τε ἐπ’ αὐτέῳ. Ἐκ δὲ ταύτης τῆς θεραπείης καθίσταται τοῖσι μὲν θᾶσσον, τοῖσι δὲ βραδύτερον.