De diaeta

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

77. Εἰσὶ δέ τινες οἷσιν ἐς τὴν ὑστεραίην ὀξυρεγμίαι γίνονται· τούτοισιν ἐν τῇ νυκτὶ ἡ ἀπόκρισις ἀπὸ τῆς πλησμονῆς γίνεται· ὁκόταν οὖν κινηθῇ ἐκ τοῦ ὕπνου τὸ σῶμα, πυκνοτέρῳ τῷ πνεύματι χρησάμενος, βιάζεται ἔξω σὺν τῷ πνεύματι θερμόν τε καὶ ὀξὺ, καὶ ἐκ τούτου νοῦσοι γίνονται, ἢν μή που προμηθείῃ χρέηται. Ξυμφέρει δὲ καὶ τούτοισιν ὡς καὶ τῷ προτέρῳ τὴν θεραπείην ποιήσασθαι· τοῖσι δὲ πόνοισι πλείοσι χρὴ τούτους χρέεσθαι.