De diaeta
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
74. Γίνεται δὲ καὶ τοιάδε ἀπὸ πλησμονῆς· ὁκόσοισιν ἡ μὲν κοιλίη καταπέσσει τὸ σιτίον, αἱ δὲ σάρκες μὴ δέχονται, ἐμμένουσα ἡ τροφὴ φῦσαν ἐμποιέει· ὁκόταν δὲ ἀριστήσῃ, καθίσταται, ὑπὸ γὰρ τοῦ ἰσχυροτέρου τὸ κουφότερον ἐξελαύνεται, καὶ δοκέουσιν ἀπηλλάχθαι·
616
τὸ δὲ πολὺ πλέον ἐς τὴν ὑστεραίην παραγίνεται. Ὁκόταν δὲ καθ’ ἡμέρην ἑκάστην αὐξανόμενον ἰσχυρὸν γένηται, ἐκράτησε τὸ ὑπάρχον τῶν ἐπεισενεχθέντων, καὶ ἐξεθέρμηνε, καὶ ἐτάραξεν ἅπαν τὸ σῶμα, καὶ ἐποίησε διαῤῥοίην· τοῦτο γὰρ ὀνομάζεται, ἕως ἂν αὐτὴ μούνη σαπεῖσα ἡ τροφὴ ὑποχωρέῃ. Ὁκόταν δὲ θερμαινομένου τοῦ σώματος κάθαρσις δριμέα γένηται, τό τε ἔντερον ξύεται καὶ ἑλκοῦται καὶ διαχωρέεται αἱματώδεα, τοῦτο δὲ δυσεντερίη καλέεται, νοῦσος χαλεπή τε καὶ ἐπικίνδυνος. Ἀλλὰ χρὴ προμηθέεσθαι καὶ τὸ ἄριστον ἀφαιρέεσθαι καὶ τοῦ δείπνου τὸ τρίτον μέρος· τοῖσι δὲ πόνοισι πλείοσι, τῇσι πάλῃσι καὶ τοῖσι δρόμοισι καὶ περιπάτοισι χρέεσθαι, ἀπό τε τῶν γυμνασίων καὶ ὄρθρου· ὁκόταν δ’ ἡμέραι δέκα γένωνται, προσθεῖναι τοῦ σίτου τὸ ἥμισυ τοῦ ἀφαιρεθέντος, καὶ ἔμετον ποιήσασθαι, καὶ προσαγαγεῖν ἐς ἡμέρας τέσσαρας· ὁκόταν δὲ ἄλλη δεκὰς γένηται, τόν τε σῖτον τὸν λοιπὸν προσθέσθαι, καὶ ἔμετον ποιήσασθαι, καὶ προσάγων πρὸς τὸν σῖτον ὑγιέα ποιήσεις ἐν τούτῳ τῷ χρόνῳ· τοῖσι δὲ πόνοισι θαῤῥεῖν τὸν τοιοῦτον πιέζων.