De diaeta

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

73. Πάσχουσι δέ τινες καὶ τοιάδε ἀπὸ πλησμονῆς· τὴν κεφαλὴν ἀλγέουσι καὶ βαρύνονται, καὶ τὰ βλέφαρα πίπτει αὐτέοισιν ἀπὸ τοῦ δείπνου, ἔν τε τοῖς ὕπνοις ταράσσονται, καὶ δοκέει θέρμη ἐνεῖναι, ἥ τε κοιλίη ἐφίσταται ἐνίοτε· ὁκόταν δὲ ἀφροδισιάσῃ, δοκέει κουφότερος εἶναι ἐς τὸ παραυτίκα, ἐξ ὑστέρου δὲ μᾶλλον βαρύνεται· τούτοισιν ἡ κεφαλὴ τὴν πλησμονὴν ἀντισπῶσα τὴν τε κοιλίην ἐφίστησι, καὶ αὐτὴ βαρύνεται· κίνδυνοί τε ὑπόκεινται κακοὶ, καὶ ὅκη ἂν ῥαγῇ ἡ πλησμονὴ, τοῦτο διαφθείρει. Ἀλλὰ χρὴ προμηθέεσθαι

614
ὧδε· ἢν μὲν βούληται τὴν θεραπείην ταχείην ποιέεσθαι, προπυριηθέντα ἑλλεβόρῳ καθαρθῆναι, εἶτα προσάγειν τοῖσι σιτίοισι κούφοισι καὶ μαλακοῖσιν ἐφ’ ἡμέρας δέκα· τοῖσι δὲ σιτίοισι διαχωρητικοῖσιν, ὅκως κρατήσει ἡ κάτω κοιλίη τὴν κεφαλὴν τῇ κάτω ἀντισπάσει· καὶ τοῖσι δρόμοισι βραδέσι καὶ τοῖσιν ὀρθρίοισι περιπάτοισιν ἱκανοῖσι, τῇ τε ἐν ἐλαίῳ πάλῃ· ἀρίστῳ τε χρέεσθαι καὶ ὕπνῳ ἀπὸ τοῦ ἀρίστου μὴ μακρῷ· ἀπὸ τοῦ δείπνου δὲ ὁκόσον ἐξαναστῆναι ἱκανόν· καὶ τὸ μὲν λούεσθαι, τὸ δὲ χρίεσθαι, λούεσθαι δὲ χλιερῷ, λαγνείης δὲ ἀπέχεσθαι. Αὕτη μὲν ἡ ταχυτέρη θεραπείη· εἰ δὲ μὴ βούλοιτο φαρμακοποτέειν, λουσάμενον πολλῷ, ἐμέσαι σιτίοισι χρησάμενον τοῖσι δριμέσιν, ὑγροῖσι καὶ γλυκέσι καὶ ἁλμυροῖσιν, ἐξ ἐμέτου δὲ ὅσον ἐξαναστῆναι· πρωῒ δὲ τοῖσι περιπάτοισι πρᾳέσι προσάγειν καὶ τοῖσι γυμνασίοισι τοῖσι προγεγραμμένοισιν ἐς ἡμέρας ἕξ· τῇ δὲ ἑβδόμῃ πλησμονὴν προσθέντα ἔμετον ποιήσασθαι ἀπὸ τῶν ὁμοίων σιτίων, καὶ προσάγειν κατὰ τωὐτὸ· χρέεσθαι δὲ τούτοισιν ἐπὶ τέσσαρας ἑβδομάδας, μάλιστα γὰρ ἐν τοσούτῳ χρόνῳ καθίσταται· εἶτα προσάγειν τοῖσί τε σίτοισι καὶ τοῖσι πόνοισι, τούς τε ἐμέτους σὺν πλείονι χρόνῳ ποιέεσθαι, τά τε σιτία ἐν ἐλάσσονι προσάγειν, ὅκως τὸ σῶμα ἀνακομίσηται, καθιστάναι τε τὴν δίαιταν ἐς τὸ σύνηθες κατὰ μικρόν.