De diaeta
Hippocrates
Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849
72. Ἐστὶ δὲ καὶ τὰ τοιάδε τεκμήρια πλησμονῆς· ἀλγέει τὸ σῶμα οἷσι μὲν ἅπαν, οἷσι δὲ μέρος τι τοῦ σώματος ὅ τι ἂν τύχῃ· τὸ δὲ ἄλγος ἐστὶν ὁκοῖον κόπος· δοκέοντες οὖν κοπιῇν, ῥᾳθυμίῃσί τε καὶ πλησμονῇσι θεραπεύονται, μέχρις ἂν ἐς πυρετὸν ἀφικνῶνται· καὶ οὐδέκω οὐδὲ τοῦτο γινώσκουσιν, ἀλλὰ λουτροῖσί τε καὶ σιτίοισι χρησάμενοι
612
ἐς περιπλευμονίην κατέστησαν τὸ νούσημα, καὶ ἐς κίνδυνον τὸν ἔσχατον ἀφικνέονται. Ἀλλὰ χρὴ προμηθέεσθαι πρὶν ἂν ἐς τὰς νούσους ἀφικνέωνται, καὶ θεραπεύεσθαι τῷδε τῷ τρόπῳ· μάλιστα μὲν πυριηθέντα μαλακῇσι πυριῇσι τὸν ἄνθρωπον· εἰ δὲ μὴ, λουσάμενον πολλῷ καὶ θερμῷ, διαλύσαντα τὸ σῶμα ὡς μάλιστα, χρησάμενον τοῖσι σιτίοισι πρῶτον μὲν τοῖσι δριμέσι καὶ πλείστοισιν, εἶτα τοῖσιν ἄλλοισιν ἐξεμέσαι εὖ, καὶ ἐξαναστάντα περιπατῆσαι ὀλίγον χρόνον ἐν ἀλέῃ, ἔπειτα καταδαρθεῖν· πρωῒ δὲ τοῖσι περιπάτοισι πολλοῖσιν ἐξ ὀλίγου προσάγοντα χρέεσθαι καὶ τοῖσι γυμνασίοισι κούφοισι καὶ τῇσι προσαγωγῇσι καθάπερ καὶ τὸ πρότερον· ἰσχνασίης δὲ τοῦτο πλείστης δέεται καὶ περιπάτων. Ἢν δὲ μὴ προνοηθεὶς ἐς πυρετὸν ἀφίκηται, προσφέρειν μηδὲν ἄλλο ἀλλ’ ἢ ὕδωρ ἡμερέων τριῶν· ἢν μὲν οὖν ἐν ταύτῃσι παύσηται· εἰ δὲ μὴ, πτισάνης χυλῷ θεραπεύεσθαι, καὶ ἢ τεταρταῖος ἢ ἑβδομαῖος ἐκστήσεται, εἰ ἐξιδρώσει· ἀγαθὸν δὲ τοῖσι χρίσμασι χρέεσθαι τοῖσιν ἱδρωτικοῖσιν ὑπὸ τὰς κρίσιας, ἐξαναγκάζουσι γάρ.