De diaeta

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 6. Littré, Émile, editor. Paris: Baillière, 1849

71. Εἰσὶ δέ τινες τῶν ἀνθρώπων οἵτινες, ὁκόταν κρατέωνται οἱ πόνοι ὑπὸ τῶν σιτίων, τοιαῦτα πάσχουσιν· ἀρχομένης τῆς πλησμονῆς ὕπνοι μακροὶ καὶ ἡδέες αὐτοῖσιν ἐπιγίνονται, καί τι τῆς ἡμέρης ἐπικοιμῶνται· ὁ δὲ ὕπνος γίνεται τῆς σαρκὸς ὑγρανθείσης, καὶ χεῖται τὸ αἷμα, καὶ γαληνίζεται διαχεόμενον τὸ πνεῦμα. Ὁκόταν δὲ μὴ δέχηται ἔτι τὸ σῶμα τὴν πλησμονὴν, ἀπόκρισιν ἤδη ἀφίησιν εἴσω ὑπὸ βίης τῆς περιόδου, ἥτις ὑπεναντιουμένη τῇ τροφῇ τῇ ἀπὸ τῶν σιτίων ταράσσει τὴν ψυχήν. Οὐκ ἔτι δὴ κατὰ τοῦτον τὸν χρόνον ἡδεῖς οἱ ὕπνοι, ἀλλ’ ἀνάγκη ταράσσεσθαι τὸν ἄνθρωπον, καὶ δοκέει μάχεσθαι· ὁκοῖα γάρ τινα πάσχει τὸ σῶμα, τοιαῦτα ὁρῇ ἡ ψυχὴ, κρυπτομένης τῆς ὄψιος. Ὁκόταν οὖν ἐς τοῦτο ἥκῃ ὥνθρωπος, ἐγγὺς ἤδη τοῦ κάμνειν ἐστίν· ὅ τι δὲ ἥξει νούσημα, ἄδηλον· ὁκοίη γὰρ ἂν ἔλθῃ ἀπόκρισις καὶ ὅτου ἂν κρατήσῃ, τοῦτο ἐνόσησεν. Ἀλλ’ οὐ χρὴ προέσθαι τὸν φρονέοντα, ἀλλ’ ὁκόταν ἐπιγνῷ τῶν τεκμηρίων τὰ πρῶτα, τῆς θεραπείης ἔχεσθαι, καὶ δὴ τοῦτον ὥσπερ τὸν πρότερον ἐκθεραπευθῆναι, πλείονος δὲ χρόνου καὶ λιμοκτονίης δέεται.