Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Μέθοδοι δὲ αὐτὴν ποιοῦσιν, αἵπερ καὶ τὴν καθαρότητα καὶ τὴν ἀφέλειαν, περὶ ὧν εἴρηται.

[*](1 ἃς ἔχον ὧραι post οὐρανοῦ add. Vc Ba, cf. Hom. E 749 | Hom. N 29 3 γὰρ P; μὲν V 4 καὶ om. Pc 7 ἄλλοις ζώοις V 8 τις om. Vc Ba 9 ἀνθρώπων l. 15 10 σκυθρωπάζειν Pc | Xen. Cyneg. 3, 5 | ib. 4, 3 (ἐμμειδιῶσαι πρὸς τὰ ἴχνη) 10.11 ib. 3, 7 11 καὶ om. Vc Ba | ib. 3, 7 13 ἀνείργουσαι Pa 14 καὶ τὸ τὰς Ac | alt. καὶ om. Vc Ba | τὰ om. Vc Ba 17 ἡδονὴν πολύ Ald. 20 Xen. Cyneg. 5, 33 25 p. 227, 19. 327, 14)
336

Λέξις δὲ γλυκεῖα ἥ τε τῆς ἀφελείας ἰδία παρὰ τὴν καθαρὰν ῥηθεῖσαν εἶναι καὶ ἔτι ἡ ποιητική. ταύτῃ τοι καὶ Ἡρόδοτος τῆς γλυκύτητος μάλιστα πεφροντικὼς ἐχρήσατο μὲν καὶ μεθόδοις καὶ ἐννοίαις, αἷσπερ καὶ ἡμεῖς ἐχαρακτηρίζομεν τὴν γλυκύτητα, λέξει τε ἑκάστῃ ἰδίᾳ τῆς ἀφελείας πολλαχοῦ, ὥσπερ ἐλέγομεν, ἐκεῖθεν δὲ μάλιστα διαρκῆ ἔσχε τὴν γλυκύτητα, ὅτι καὶ αὐτὴν εὐθὺς τὴν διάλεκτον ποιητικῶς προείλετο εἰπεῖν· ἡ γὰρ Ἰὰς οὖσα ποιητικὴ φύσει ἐστὶν ἡδεῖα. εἰ δὲ καὶ ἄλλων [*](320) διαλέκτων ἐχρήσατό τισι λέξεσιν, οὐδὲν τοῦτο, ἐπεὶ καὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ ἄλλοι οὐκ ὀλίγοι τῶν ποιητῶν ἐχρήσαντο μὲν καὶ ἄλλαις τισὶ λέξεσιν ἑτέρων διαλέκτων, τὸ πλεῖστον μὴν ἰάζουσι, καὶ ἔστιν ἡ Ἰὰς ὅπερ ἔφην ποιητική πως, διὰ τοῦτο δὲ καὶ ἡδεῖα. — Τὸ δʼ αὐτὸ αἴτιον οἶμαι τοῦ καὶ τὰς παραπλοκὰς τῶν ποιημάτων ἐν λόγῳ ἡδονὴν ἔχειν, οἷον «σύν τε δύ᾿ ἐρχομένω βουλευσόμεθα, ὅ τι ἐροῦμεν καὶ πάλιν ἐν Πολιτείας πέμπτῳ «ἀλλὰ μὴν καὶ καθʼ Ὅμηρον τοὺς τοιούτους δίκαιον τιμᾶν τῶν νέων, ὅσοι ἀγαθοί· καὶ γὰρ Ὅμηρὸς τὸν εὐδοκιμήσαντα ἐν τῷ πολέμῳ νώτοισιν ἔφη διηνεκέεσσι γεραίρεσθαι Αἴαντα, ὡς ταύτην οὖσαν οἰκείαν τιμὴν τῷ ἡβῶντί τε καὶ ἀνδρείῳ, ἐξ ἧς ἅμα τῷ τιμᾶσθαι καὶ τὴν ἰσχὺν αὐξήσει» καὶ πάλιν [*](2 ῥηθεῖσαν Pa | p. 328, 17 | ταύτης VcBa; ταῦτά? cf. 299, 2. 338, 24 5 p. 331,1. 334, 10 | τε Ac, (δὲ supr.) Pa; δὲ Pc, m. 2Vc; om. VcBa 6 καὶ ἰδία Ac; ἰδίαι μὲν VcBa | πανταχοῦ Pc | l. 1 10 τοῦτο PVcAc; τοιοῦτον Ba 13 γε μὴν Ac, v. l. P 14 ὅπερ Pa 15 sq. cf. p. 450, 21 Sp. 16 Plat. Symp. 174 D; Hom. Κ 224 17 ἐρχομένων Ba, (alt. ν er.) Pa Vc | βουλευσώμεθα V | ὅττι Ac 18 Plat. Reip. V 468 CD | τὸ τοὺς VcBa 21 αἴ- αντα ante γεραίρεσθαι Ac, m. 2Vc; om. P; post νώτοισιν Plat. Hom. H 321 | τοιαύτην V 22 τε om. Ac 23 τιμὴν (pro ἰσχὺν) Ac)

337
τοῦτο «ἀλλʼ οὐ πεισόμεθα Ἡσιόδῳ, ἐπειδάν τινες τοιούτου γένους τελευτήσωσιν, ὡς ἄρα [*](363)
  • οἳ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν,
  • ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων;
  • πεισόμεθα μὲν οὖν». ἔστι δὲ πολλὰ καὶ παρὰ τῷ Ξενοφῶντι τοιαῦτα καὶ παῤ ἄλλοις συχνοῖς, καὶ ἀφθονία παραδειγμάτων ἐστίν, εἴ τις ἐκλέγειν παῤ ἑκάστου βούλοιτο. ὁ δὲ Πλάτων καὶ ἀφειδέστερον ἐν τῷ Συμποσίῳ καταχρησάμενος τῷ τοῦ Ἀγάθωνος προσώπῳ ὡς [*](321) ποιητοῦ τῇ παραπλοκῇ ταύτῃ ἐχρήσατο· οὐ γὰρ ἀπʼ ἀλλοτρίων ποιημάτων τινά, ἀλλʼ αὐτὸς ποιήσας παρέπλεξε, προδιορθωσάμενος μέντοι, ἵνα μὴ πάντῃ αὐτεξούσιον εἶναι δοκῇ τὸ λεγόμενον, οἷον «ἐπέρχεται δέ μοί τι καὶ ἐμμέτρως εἰπεῖν, ὅτι οὗτός ἐστιν ὁ ποιῶν», εἶτα τὸ μέτρον ἐπήγαγεν
  • «εἰρήνην μὲν ἐν ἀνθρώποις, πελάγει δὲ γαλήνην,
  • νηνεμίαν δʼ ἀνέμοις, κοίτην ὕπνον τʼ ἐνὶ κήδει».
  • καὶ ἐν τῷ Φαίδρῳ δὲ παραπλησίως πρόσωπόν τι ὑποβαλὼν ἀόριστον μέν, ἀλλʼ οὖν ὡς ἑτέρου λέγοντος ἐνθουσιῶν δὴ μέτρον ἐφθέγξατο
  • «ὡς λύκοι ἄρνα φιλεῦσʼ, ὣς παῖδα φιλοῦσιν ἐρασταί»·
  • ὸὐ μέντοι οὐδὲ τοῦτο εἴασεν ἀπαραμύθητον, ἀλλʼ ἐπήγαγέ τι ἐπιδιορθωτικὸν καὶ τούτῳ. εἰδέναι μέντοι χρή, [*](1 ἐν τούτωι V | πεισώμεθα Ba 1. 2 τοῦ τοιούτου Ac, Plat. Reip. V 468 E 8 Hes. Op. 121 | τελέθουσιν P (═ Plat. l. l.); καλέονται (═ Plat. Crat. 398. A) 5 πειθώμεθα Vc; πεισώμεθα Ba | τῷ om. V 13 Plat. Symp. 197 C 14 καὶ ἐμμέτρως τι Pc | οὕτως m.1Vc 17 νηνεμίαν ἀνέμων κοίτην ὕπνον τε νηκηδῆ (v. l. νηκηδεῖ et νικηδεῖ) Plat. | ἀνέμων V | γρ δὲ καὶ οὕτως ὕπνον τὲ νηκηδῆ P 21 φιλεῦσʼ PV; ἀγαπῶσʼ Plat. Phaedr. 241 D 23 διορθωτικὸν Ac)
    338
    ὅτι αὗται αἱ παραπλοκαί, εἴτε ἰδίων εἴτε ἀλλοτρίων εἶεν ποιημάτων, εἰ μὴ οὕτω παραπλέκοιντο, ὥστε ἓν δοκεῖν εἶναι σῶμα αὐτῶν τε καὶ τοῦ πεζοῦ λόγου, ἀλλʼ ἐκ διαστάσεως λέγοιντο, ὥσπερ οἱ νόμοι καὶ τὰ ψηφίσματα ἐν τοῖς λόγοις ὅτε ἀναγινώσκοιντο, οὐ ποιοῦσιν ἀκριβῆ τὴν γλυκύτητα ἀλλʼ ἄλλο τι, οἷον «παρανάγνωθι δή μοι καὶ σὺ τὰς ῥήσεις, ἃς ἐλυμήνω·
  • ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
  • καὶ
  • κακαγγελεῖν μὲν ἴσθι μὴ θέλοντά με».
  • καὶ πάλιν τὰ ἐξ Ἀντιγόνης Σοφοκλέους ἐν τῷ Περὶ [*](364) [*](322) τῆς παραπρεσβείας εἰρημένα, οἷον
  • «ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν»
  • καὶ τὰ ἑξῆς· τάχα μὲν γὰρ φαίη τις ἂν καὶ ταῦτα ἔχειν, εἰ καὶ βραχύ, ἀλλʼ οὖν ἔχειν τι καὶ γλυκύτητος, δῆλόν γε μήν, ὅπερ ἔφην, ὅτι ἤτοι πάντα τὰ τῆς ἡδονῆς διαφθείρεται τῷ λόγῳ, εἰ ἐκ διαστάσεως παραπλέκοιτο αὐτῷ τὰ ποιήματα, ἢ οὐκ ἀκριβῆ γε αὐτὴν ἴσχει. — Ἀλλʼ ἐπανιτέον πάλιν ἐπὶ τὸν περὶ λέξεως γλυκείας λόγον. γλυκεῖα γὰρ λέξις καὶ ἡ διὰ τῶν ἐπιθέτων ὀνομάτων, οἷον «ἄγετε δή, ὦ Μοῦσαι λίγειαι». καὶ κατʼ αὐτὴν δὲ τὴν ποίησιν φύσει οὖσαν γλυκεῖαν παρὰ τὸν ἄλλον λόγον ἐκφαίνεται τὰ ἐπίθετα καὶ γλυκύτερά πως ὄντα καὶ πλείονα ποιοῦντα τὴν ἡδονήν. ταῦτά τοι καὶ ὁ Στησίχορος σφόδρα ἡδὺς εἶναι δοκεῖ διὰ τὸ πολλοῖς [*](3 αὐτῶν τε εἶναι σῶμα VcBa 6 Dem. 18, 267; Eur. Hec. 1; fr. adesp. 122 N.2 10 κάκʼ ἀγγέλλειν Pc 11 Dem. 19, 247; Soph. Ant. 175 | περὶ om. Pc 15 γέ τι Ac 16 γε PaV; τὲ Pc 17. 18 αὐτῶι παραπλέκοιτο Ac 19 πάλιν post λέξεως Vc Ba 20. 21 ὀνομάτων suspect. 21 Plat. Phaedr. 237 A 24 ταύ- τηι Ac (cf. 336, 2))
    339
    χρῆσθαι τοῖς ἐπιθέτοις. καὶ ἡ δριμεῖα δὲ λέξις τῶν γλυκύτητα ποιουσῶν ἐστι, περὶ ἧς αὐτίκα εἰρήσεται.