Περὶ ἰδεῶν λόγου

Hermogenes

Hermogenes. Hermogenis Opera. Rabe, Hugo, editor. Leipzig: Teubner, 1913.

Σχήματα δὲ γλυκύτητος, ἅπερ καὶ ἀφελείας ἐλέγομεν εἶναι καὶ ἔτι καθαρότητος, πρὸς δὲ τούτοις καὶ τὰ τοῦ κάλλους καὶ τοῦ λόγου τοῦ κεκαλλωπισμένου.

Συνθήκη δὲ ἡδεῖα, ἥπερ καὶ καλή, δηλονότι ἡ σφόδρα ἐγγὺς ἄγουσα τὸν λόγον τοῦ καὶ ἔμμετρον εἶναι· δεῖ γὰρ καὶ κατὰ τὴν συνθήκην προσβάλλειν τινὰ ἡδονὴν τῇ αἰσθήσει τὴν γλυκύτητα. πόδες μέντοι πλεονάζειν ἐν αὐτῇ ὀφείλουσιν οἱ τῆς σεμνότητος οἰκεῖοι.