4 Ἔννοιαι δὲ γλυκεῖαί τε καὶ ἡδονὴν ἔχουσαι μάλιστα μὲν πᾶσαι αἱ μυθικαί, οἷον «ὅτε γὰρ ἐγένετο ἡ Ἀφροδίτη, εἱστιῶντο οἵ τε ἄλλοι θεοὶ καὶ ὁ τῆς Μήτιδος υἱὸς Πόρος» καὶ τὰ ἑξῆς, ἔστι δὲ ἀπὸ τοῦ Συμποσίου ταῦτα Πλάτωνος· καὶ πάλιν τὸ περὶ τῶν τεττίγων ῥηθὲν ἐν Φαίδρῳ «ὥς ποτε ἦσαν ἄνθρωποι οὗτοι πρὶν Μούσας γεγονέναι» καὶ τὰ ἑξῆς· καὶ παρὰ τῷ ῥήτορι τὰ ἐν τῷ Κατʼ Ἀριστοκράτους εἰρημένα, οἷον «ἐν τούτῳ μόνῳ τῷ δικαστηρίῳ θεοὶ δίκας δοῦναι καὶ λαβεῖν ἠξίωσαν παρʼ ἀλλήλων» καὶ τὰ ἑξῆς μέχρι τοῦ «δικάσαι δὲ Κὐμενίσι καὶ Ὀρέκτῃ τοὺς δώδεκα θεούς». ἀλλʼ ἐνταῦθα μέν, ἐπείπερ ἐν τῷ πολιτικῷ λόγῳ τὰ μυθικὰ ὑπτιότητα ποιεῖ, διὰ τῶν τῆς γοργότητος ἰδίων τὸ λίαν ὕπτιον ὁ ῥήτωρ παρεμυθήσατο τεμὼν τὰ πράγματα· ὅσαι δὲ καὶ ἄλλαι εἰσὶ μέθοδοι, καθʼ ἃς δεῖ χρῆσθαι τοῖς μυθικοῖς, ἀκριβέστερον ἐν τῷ περὶ δεινότητος ἡμῖν λελέξεται. ἀλλʼ ἐκεῖσε ἐπάνειμι. — Πρῶτον μὲν γὰρ ὅπερ ἔφην καὶ μάλιστα γλυκύτητα καὶ ἡδονὴν ἐν [*](314) λόγῳ αἱ μυθικαὶ τῶν ἐννοιῶν ποιοῦσι· κατὰ δεύτερον δὲ λόγον τὰ διηγήματα, ὅσα ἐγγὺς μύθων ἐστίν, οἷον τὰ περὶ τοῦ Τρωικοῦ πολέμου εἰ διεξίοι τις ἢ εἴ τι τοιουτότροπον. — Τρίτην δὲ ἔχει τάξιν τὰ κατʼ ὀλίγον μέν πως τοῦ μυθικοῦ κοινωνοῦντα διηγήματα, μᾶλλον δὲ ἢ κατὰ τοὺς μύθους πιστευόμενα, οἷά ἐστιν [*](1 cf. Aristid. II 499 Sp. 2 ἡδονὴν μᾶλλον ἔχουσαί εἰσιν μά- λιστα VcBa 3 Plat. Symp. 203 B 5 πύρος Ba, (ό m. 2 supr. ) Vc, πῶρος Ac 7 οἷτοι ἄνθρωποι V, Plat. Phaedr. 259 B 9 Dem. 23, 66 14 cf. 314, 6 sq. 16 καὶ om. VcBa 18 ad λελέξεται Pc: γρ ἐίδει (sic) 19 l. 2 | γλυκύτητα ποιεῖ καὶ VcBa 20 ποιοῦσι om. VcBa 20. 21 δὲ δεύτερον Pc 21 εἰ- σὶν VcBa 22 εἴ om. V)
331
ἅπαντα τὰ Ἡροδότου· μυθώδη γὰρ ὀλίγα ἔχει, οἷον
[*](358) τὰ περὶ τοῦ Πανὸς ῥηθέντα καὶ τοῦ Ἰάκχου καὶ ἴσως ἄλλα τινὰ σφόδρα γε ὀλίγα· τὰ μέντοι ἄλλα καὶ πιστεύεται γεγονέναι καὶ ἀπήλλακται τοῦ μυθικοῦ, διόπερ οὐδὲ ὁμοίως τοῖς φύσει μυθικοῖς μετέχει τῆς γλυκύτητος. — Ἕτερον δὲ παρὰ ταῦτα εἶδός ἐστιν ἡδονὴν ἔχον καὶ γλυκύτητα ἐννοιῶν, ὅπερ ἄλλοτε ἄλλην ἔχει δύναμιν· τοῦτο γὰρ πολλάκις μὲν καὶ τὰ μυθικὰ αὐτὰ ὑπερβάλλει τῇ ἡδονῇ, πολλάκις δὲ καὶ τῶν τρίτην ἐχόντων τάξιν ἐλαττοῦται, ἔστι δὲ τοῦτο τοιοῦτον. πάντα, ὅσα ταῖς αἰσθήσεσιν ἡμῶν ἐστιν ἡδέα, λέγω δὲ τῇ ὄψει ἢ ἁφῇ ἢ γεύσει ἤ τινι ἄλλῃ ἀπολαύσει, ταῦτα καὶ λεγόμενα ἡδονὴν ποιεῖ. ἀλλʼ αἳ μέν εἰσιν αἰσχραὶ τῶν κατὰ ἀπόλαυσιν ἡδονῶν, αἳ δʼ οὐ τοιαῦται. καὶ τὰς μὲν οὐκ αἰσχρὰς ἔστιν ἁπλῶς ἐκφράζειν, οἷον κάλλος χωρίου καὶ φυτείας διαφόρους καὶ ῥευμάτων ποικιλίας καὶ ὅσα τοιαῦτα· ταῦτα γὰρ καὶ τῇ ὄψει προσβάλλει ἡδονὴν ὁρώμενα καὶ τῇ ἀκοῇ, ὅτε ἐξαγγέλλει τις, ὥσπερ ἡ Σαπφὼ «ἀμφὶ δὲ ὕδωρ ψυχρὸν κελαδεῖ
[*](315) διʼ ὔσδων μαλίνων» καὶ «αἰθυσσομένων δὲ φύλλων κῶμα καταρρεῖ» καὶ ὅσα πρὸ τούτων τε καὶ μετὰ ταῦτα εἴρηται. τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Πλάτωνι ἐν Φαίδρῳ, οἷον «νὴ τὴν Ἥραν, καλή γε ἡ καταγωγή· ἥ
[*](1 πάντα τὰ τοῦ Ac | ἡροδότου PAc, m. 2c; μυθικά m.1Ba, ?Vc 2 Her. 6, 105 8, 65 | καὶ ἴσως καὶ Syr. 3 γε PAc; δὲ VcBa; om. Syr. | καὶ om. Ba 9. 10 τῶν τὴν τρίτην 10 (τοῦ om.) τὸ Ba 11. 12 δὲ τῇ om. VcBa 12 prim. ἢ om. VcBa; ἢ τῆι Ac 12. 13 ταῦτα γὰρ καὶ Ac 18 ἐξαγγέλλοι Ac 19.20 Sapph. fr. 4 Bergk4 20 ὑσδων Pc, (ὕ m. po. in ras.; in schol. m.1 ὔσδων) Pa; ὄσδων Ac, (cr. ) Vc, (ὄζ⌊ω ex ο⌉ν m.1 supr.) Ba 21 κῶμα om. Ac, v.l.P; κῦμα Ba 22 τὸ om. VcBa 23 οἷον om. Pc | Plat. Phaedr. 230 B 24 αὕτη καὶ μάλα Pc) 332
καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὕτως ἄν τις ἐκφράζων ἡδονὴν ποιοίη καὶ γλυκύτητα. ὅσαι δέ εἰσιν αἰσχραὶ τῶν κατὰ τὰς ἀπολαύσεις ἡδονῶν, ἐοικυῖαν ἔχουσιν αὐταῖς καὶ τὴν διὰ τῆς ἀκοῆς τέρψιν καὶ γλυκύτητα· οἷς γὰρ ἕκαστος χαίρει πραττομένοις, ἐκείνοις οὗτος καὶ λεγομένοις ἡσθήσεται, ὁ μὲν ἀκόλαστος ἀκολάστοις, ὁ δὲ
[*](359) σωφρονῶν δηλαδὴ σώφροσι, καὶ ὁ ποιῶν δὲ ὡσαύτως ποιήσει· ἐπεὶ καὶ τὸ
«ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν ἡδονὴν μὲν ἔχει καὶ οὐκ ὀλίγην γε, σώφρονα μὴν ταύτην καὶ μέχρι τοῦ μετρίου ἥκουσαν, τῇ δὲ λέξει καὶ πολὺ τῆς ἡδονῆς ἀφέστηκεν· οὐ γὰρ τραχέως μόνον,
[*](316) ἀλλὰ καὶ σκληρῶς εἴρηται τὸ ‘ἔμαρπτε’· καὶ τὸ ‘ἀγκάς’ δὲ αὐτῇ τῇ προφορᾷ καὶ τῷ φθόγγῳ, εἰ τὸ τῆς ἐννοίας τις ἀφέλοι, ὁρᾷς, ὡς μεγέθους μᾶλλόν ἐστιν, οὐχ ἡδονῆς; ὅ γε μὴν ἀκόλαστος πάντως τι καὶ πλέον ἀκοῦσαι βούλοιτ᾿ ἂν ἢ καὶ εἰπεῖν, ὅ τι ποιοίη, ὡς ἐν κωμῳδίᾳ, οὐ μὴν ὅ γε σώφρων. τὸ μέντοι
«τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην» καὶ τὰ ἑξῆς μείζονα ἔχει τὴν ἡδονήν, διότι καὶ μυθικὸν καὶ φύσει ἡδὺ τῇ ἄλλῃ ἀπολαύσει τὸ πρᾶγμα καὶ οὐκ αἰσχρὸν ἦν ἐργάσασθαι τὰς τοιαύτας ἐννοίας τε καὶ ἡδονάς. τοιοῦτόν ἐστι καὶ τὸ
[*](1 μὲν οὖν οὕτως Ac 4 διʼ ἀκοῆς Pc 4. 5 Syr. 1 p. 77, 8: Σωκράτης . . ‘οἷος ὁ βίος, τοιοῦτος ὁ λόγος· οἷος ὁ λόγος, τοι- αῦται αἱ πράξεις’; cf. Clem. Al. lII 70, 20 St. cet. 5 ἐκείνοις om. Syr. 7 σώφρων Ba | σωφρονικοῖς VcBa; γρ ὁ δὲ σώφρων δηλαδὴ σωφρονικοῖς P 9 Hom. Ξ 346 10 cf. 242, 24 sq. | μὲν om. VcBa 12 οὐδὲ γὰρ Pc 13 cf. 258,15 14 οὐχ ἡδὺ post φθόγγῳ add. Sc; οὐχ ἡδύ, καὶ vulg. 15 ἀλλʼ οὐχ VcBa 16 τι PAc; ποῦ VcBa 19 Hom. Ξ 347 20 διότι τι Pa Ac Ba 22 τὸ ἐργάσασθαι V | τε om. VcBa) 333
«πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα». καὶ ὅλως μυρία τούτων παρὰ τοῖς ποιηταῖς ἔστι παραδείγματα. καθόλου τε πᾶσαι αἱ ἐρωτικαὶ ἔννοιαι γλυκεῖαί εἰσιν, ἐμπίπτουσι δὲ αὗται σχεδὸν ἐν ἅπασι τοῖς προειρημένοις κατʼ ἔννοιαν γλυκύτητος εἴδεσι καὶ εἰσὶν αὐτῶν ὥσπερ μέρη· διὸ οὐδὲ ἀπεδώκαμεν τάξιν ἰδίαν ταῖς τοιαύταις τῶν ἐννοιῶν, ἀλλʼ ἐπὶ τοσοῦτον αὐτῶν ἐμνήσθημεν. καὶ οἷς χαίρομεν δὲ λόγοις εἴ τις χρῷτο, οἷον ἐγκωμίοις τοῖς εἰς ἡμᾶς αὐτοὺς ἢ εἰς τοὺς προγόνους τοὺς ἡμετέρους ἢ εἰς τὰ παιδικὰ τὰ ἡμέτερα, δῆλον ὡς ἡδονὴν ποιεῖ. πολιτικὴ δὲ ἡ τοιαύτη ἡδονὴ καὶ διαχεῖ γε πολλάκις τοὺς ἀκούοντας μᾶλλον ταῦτα τῶν φύσει ἡδέων. ἔστι δὲ καὶ ταῦτα ἐκείνης τῆς δυνάμεως,
[*](360) ἧς ἦν τὰ ἐξαγγελλόμενα ἅπαντα, ὅσα ταῖς αἰσθήσεσιν ἡμῶν τέρψιν φέρει. — Ἔτι ποιεῖ γλυκύτητα καὶ τὸ
[*](317) τοῖς ἀπροαιρέτοις προαιρετικόν τι περιτιθέναι, οἷον «τὰ μὲν οὖν χωρία καὶ τὰ δένδρα οὐδέν με ἐθέλει διδάσκειν, οἱ δʼ ἐν τῇ πόλει ἄνθρωποι». ἀμφισβητήσειε δʼ ἄν τις, πότερον κατὰ λέξιν ἢ κατʼ ἔννοιαν ἐνταῦθα γέγονεν ἡ γλυκύτης· καὶ ἴσως μᾶλλον κατʼ ἔννοιαν· τροπὴ μὲν γάρ τις ἔστιν ἐνταῦθα ἐν τῷ «οὐδέν με θέλει», ἐκ μεταφορᾶς δὲ γέγονεν ἡ περὶ τὴν λέξιν τροπὴ καὶ οὐχ ὡς ἐν τῷ «μέλιτος γλυκίων ῥέεν αὐδή»· ἐνταῦθα γὰρ τὸ ‘ῥέὲ’ τέτραπται μᾶλλον ἢ ἐκεῖ τὸ
[*](1 Hom. λ 243 3 τούτου Pc 3. 4 τὰ παραδείγματα Pc Vc Ba 5 πᾶσι Ac 7 ἀποδεδώκαμεν VcBa 9 δὲ χαίρομεν Ac 13 μᾶλλον post γε VcBa; ταῦτα τῶν φύσει ἡδέων μᾶλλον Pc 14 γὰρ (pro δὲ) Ac 15 τὰ om. V 18 Plat. Phaedr 230 D | ἐθέλει (θέλει Pc) με P 22 τις post ἐστι Ac; om. VcBa 24 ⌊οὐχ ὡς m. 2⌉ Vc; ὡς οὐκ Ba 24 Hom. Α 249) 334
‘ἐθέλει’, καὶ ἴδιόν τι σημαινόμενον ἔχει ἡ λέξις ἡ ‘ἐθέλει’. τάχα οὖν εἴποι τις ἂν ἠλληγορῆσθαι αὐτό, ἀντὶ τοῦ ‘οὐδέν με δύναται διδάσκειν’ τοῦ «οὐδέν με θέλει» ῥηθέντος. ἡμεῖς μέντοι τοῦτο, ὅ τί ποτʼ ἂν ᾖ, συγχωροῦντες εἶναι, τοσοῦτον διοριζόμεθα, ὅτι καθόλου τὸ περιτιθέναι τοῖς ἀπροαιρέτοις προαιρετικόν τι γλυκύτητα ποιεῖ, ὥσπερ ἔν τε τῷ προειρημένῳ δηλοῦται καὶ ὅταν τὴν λύραν ἐρωτᾷ ἡ Σαπφὼ καὶ ὅταν αὐτὴ ἀποκρίνηται, οἷον «ἄγε χέλυ δῖά μοι λέγε, φωνάεσσα δὲ γίνεο καὶ τὰ ἑξῆς. ὁ δὲ Ἡρόδοτος καὶ μᾶλλον τοῦτο συνίστησι τὸ παῤ ἡμῶν λεγόμενον· σχεδὸν γὰρ διʼ ὅλου τοῦ λόγου ἡδονὰς ἐργαζόμενος ἐν τοῖς εἰς τὸν Ἑλλήσποντον ὑπὸ Ξέρξου πραχθεῖσιν ὑπερεβάλετο τῇ ἡδονῇ καὶ τῇ γλυκύτητι, οἷον «ἐνετέλλετο
[*](318) δὲ λέγειν ῥαπίζοντας τάδε βάρβαρά τε καὶ ἀτάσθαλα· ὦ πικρὸν ὕδωρ, δεσπότης τοι δίκην ἐπιτιθεῖ τήνδε, ὅτι μιν ἠδίκησας οὐδὲν πρὸς ἐκείνου ἄδικον παθόν. καὶ βασιλεὺς μὲν Ξέρξης διαβήσεταί σε, ἤν τε βούλῃ
[*](361) ἤν τε μή· σοὶ δὲ κατὰ δίκην ἄρα οὐδεὶς ἀνθρώπων θύει ὡς ὄντι δολερῷ καὶ ἁλμυρῷ ποταμῷ»· ἐνταῦθα γὰρ πρὸς τὸ ὕδωρ ὡς αἴσθησίν τινα ἔχον καὶ προαίρεσιν διαλεγόμενον ποιήσας τὸν Ξέρξην ὑπερέβαλεν ἡδονῇ, καθʼ ὅ ἐλέγομεν θεώρημα. τὰ μέντοι παρὰ τοῖς ποιηταῖς ἐξουσίᾳ λέγεται ποιητικῇ, ἀλλʼ οὐχ ὥσπερ εἰρήκαμεν, οἷον «ἀμιφὶ δὲ σάλπιγξεν μέγας οὐρανός καὶ
[*](1. 2 γρ ἔχει ἡ λέξις τοῦ ῥέεν ἤτοι ἐθέλει Pc, (ῥέειν ἢ τὸ ἐθέ- λειν) Pa | ἡ ἤθελεν Ba, m.1Vc 2 ἠλληγορεῖσθαι Ba, m. 1Vc; ἀλληγορεῖσθαι Ac 7 τε om. 9 Sapph. fr. 45 B⁴ 14 Her. 7, 35 17 παθών V 18 βούλει VcBa 19 τὲ (pro δὲ) Ac 23 mg. ἐν ἄλλοις οὕτως καθὸ ἐλέγομεν θεωρήματα μέντοι παρὰ τοῖς ποιηταῖς Pa, (καθὸ ἐλέγομεν om.) Pc | l. 4 sq. 25 Hom. Φ 388) 335
«αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ» καὶ «γηθοσύνῃ δὲ θάλασσα διίστατο» καὶ ὅσα τοιαῦτα· οὐχ ὡς κατʼ ἀπροαιρέτων γὰρ λέγεται, ἀλλʼ ὡς καὶ δυναμένων τὸ πρακτέον εἰδέναι· δέδοται γὰρ καὶ τὰ τοιαῦτα τοῖς ποιηταῖς. ἀπήλλακται μέντοι γε οὐδʼ οὕτω γλυκύτητος, ἀλλὰ ποιεῖ μὲν κἀνταῦθα οὐδὲν ἧττον τὴν ἡδονὴν τὰ τοιαῦτα νοήματα, μετριωτέραν δὲ ἢ ἐν τοῖς ἄλλοις. ταὐτὸν δὲ συμβαίνει καί, εἴ τις τοῖς ἀλόγοις ζῴοις τὰ ἀνθρώπου ἴδια περιθείη, ὥσπερ ὁ Ξενορῶν λέγων τὰς κύνας ἐπισκυθρωπάζειν καὶ πάλιν μειδιᾶν καὶ ἀπιστεῖν τοῖς ἴχνεσιν ἢ πιστεύειν, καὶ ὅταν εἴπῃ «θρασεῖαι δὲ
[*](319) αἱ οὐκ ἐῶσαι τῶν συνεργῶν τὰς σοφὰς εἰς τὸ πρόσθεν ἰέναι, ἀλλὰ ἀνείργουσι θορυβοῦσαι»· καὶ γὰρ τὸ «τῶν συνεργῶν» καὶ «τὰς σοφάς καὶ σχεδὸν ἅπαντα τὰ εἰρημένα ἀνθρώπων ἴδία καὶ οὐ κυνῶν. καὶ ὅλως πολλὰ τοιαῦτα λάβοις ἂν ἐκ τοῦ Κυνηγετικοῦ παραδείγματα, ἐν ᾧ δὴ καὶ φύσει τὸ κατʼ ἔννοιαν ἔχον τὴν ἡδονήν· καὶ κατʼ ἄλλα μὲν γάρ, κατὰ δὲ τὴν ἔννοιαν καὶ μᾶλλον, ὅτι φύσει τὸ πρᾶγμα ἡδὺ τὸ τῆς θήρας καὶ τῇ ὄψει, ὥς που καὶ τοῦτο αὐτὸς ἐπεσημήνατο ὁ Ξενοφῶν εἰπὼν ἥδιστον εἶναι θεαμάτων ἰδεῖν τὸν λαγὼν ἐξανιστάμενον, φεύγοντα, μεταδιωκόμενον, ἁλισκόμενον. Ἀλλὰ περὶ μὲν ἐννοιῶν γλυκύτητος καὶ ἡδονῆς τοσαῦτα.